14
τῶν δὲ τὸ πραχθὲν φρασάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αιματι τράγου μολύναντες ηκον πρὸς τὸν πατέρα καὶ ειπον τὸν μὲν ̓Ιωσὴφ μήτ' ἰδεῖν μήθ' οπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. ̓Ιακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν ̓Ιωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ ειχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μίξεως προσαγούσης, παρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ερωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ηθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ ̓Ιωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς οτ' ἐπε1.35 χείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν ̓Ιωσήφ, ἐν ῃ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ' ὀργὴν ἐνεκέκλειστο καὶ ὁ ἀρχισιτοποιός. οις συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. ὁ μὲν γὰρ οἰνοχόος αμπελον ὁρᾶν εδοξεν, ἐξ ης τρία ἐφύοντο κλήματα, ων ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ' ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν προσηνῶς. ἀγαθὰ ουν αὐτῷ σημαίνειν τὸν ονειρον ἐξηγεῖτο ὁ ̓Ιωσήφ· ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἰς τὸ πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ εφη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν αρτων πλήρη, τὸ δὲ ετερον οψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. εφη δὲ καὶ τούτῳ ὁ ̓Ιωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν ειναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις εσεσθαι βορὰν πετεινοῖς. γέγονε δ' ἐπ' ἀμφοῖν ὡς ̓Ιωσὴφ ἐξηγήσατο. Ειτα τῷ Φαραὼ ὁ θεὸς οψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν οψεων ἐμιμνήσκετο, τῶν δ' ἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ' ἐκείνων ὠργίζετο. ὁ δ' οἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρὸς μνήμην ηκε τοῦ ̓Ιωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. αγεται τοίνυν αὐτίκα. ὁ δέ "φράσον μοι" φησί, 1.36 "νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ωνπερ τεθέαμαι. εδοξα βόας εὐτραφεῖς ἑπτὰ προϊόντας τοῦ ποταμοῦ πρὸς τὸ ελος χωρεῖν· ἑτέρους δ' ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ελους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ετ' αὐτοὺς ὁμοίως ἰσχνούς. αυθις δ' ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ' αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ορασιν ἀηδεῖς, οι καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους." ὁ δ' ̓Ιωσήφ "καν διττά" φησίν, "ω βασιλεῦ, τὰ ἐνύπνιά εἰσιν, ἀλλὰ μίαν εχουσι τῶν μελλόντων τὴν δήλωσιν. οι τε γὰρ βόες, ζῷον ἐπ' ἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν δαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ετη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν επειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα." Φαραὼ δὲ τὴν τοῦ ̓Ιωσὴφ ἐκπλαγεὶς σοφίαν διά τε τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν "αὐτὸς ὁ τούτων" εφη "κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος εσῃ τῶν βουλευθέντων." καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ωστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ' αρματος. ην δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς ̓Ιωσήφ. προσηγόρευσε δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ονομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα ̓Ασενὲθ κεκλημένην,