14
ἀθηρήλοιγον. ̓Αθύρματα. παίγνια παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω, θύρω καὶ ἀθύρω καὶ αθυρμα· η ἀθρύματα τινὰ οντα, παρὰ τὸ ἀθρεῖν τινὰ θεάματα. ̓Αθέμιτον. αδικον. ̓Αθώπευτον. ἀκολάκευτον. ̓Αθή. σκληρόν· ἀδάμαστον· ἀνδρῶδες. ̓Αθρέμβολα. οργανα τιμωρητικὰ, αρθροις, ὡς εοικεν, ἐμβαλλόμενα, καὶ διασπῶντα καὶ πλήττοντα. οιμαι δὲ, οτι ἀρθρέμβολα γράφονται. ̓Αθέσφατον. πολύ. Αθικτον. ἀπρόσψαυστον, καθαρὸν, ἀμόλυντον. † ̓Αθρῶ. τὸ βλέπω.† † ̓Αθέριζεν. ἐξουθένει, ἐξύβριζεν.† ̓Αθρίμματα. δῶρα πεμπόμενα τοῖς γεγαμημένοις. ̓Αθρόα. ὁμοῦ πάντα. ̓Αθρήνιον. ὁ μουσῶν τόπος. Αθροισμα. σώρευμα, σύναξις. ( ̔Ρῆμα.) ̓Αθέρισον. ἀποδοκίμασον. ̓Αθερώσσει. ἀγρυπνεῖ. ̓Αθρήσασ. θεωρήσας, ἰδών. ̓Αθροίσασ. συναθροίσας. ἀθροίζω· ἐκ τοῦ θροῦς, ο σημαίνει τὸν θόρυβον, γίνεται θροίζω, καὶ alpha.62 κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ ˉα ἀθροίζω. ̓Αθρῶν. μετ' ἐπιτάσεως θεωρῶν. κατὰ συγκοπὴν καὶ ἐπιτάσει ἀθρῶν. η ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ˉα ἀδρῶ, καὶ τροπῇ τοῦ ˉδ εἰς ˉθ ἀθρῶ. Αθρει. βλέπε, θεώρησον· νόει. ̓Αθρύοντεσ. ἰδεῖν ἐπιθυμοῦντες. ̓Αθυμοῦσι. λυποῦνται. ̓Αθυροστομεῖ. βλασφημεῖ. ̓Αθύρειν. παίζειν. ̓Αθερίζειν. τὸ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἐκ μεταφορᾶς τῶν ἀθέρων, τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν· οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας ητοι τὰ αχυρα. ἐκ τοῦ θέρους, θερίζω, καὶ τοῦ στερητικοῦ α, ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω αἰολικῶς. καὶ θερσίτης καὶ θερμός. ̓Αθέλδεται. διηθεῖται. ̓Αθετεῖν. τὸ ἀπιστεῖν, τὸ διαπαίζειν. ουτως ὁ ̓Απόστολος· οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ. ( ̓Επίῤῥημα.) ̓Αθρηνί. χωρὶς θρήνου. ̓Αθρόον καὶ ἀθρόωσ. ἀντὶ τοῦ ἐξαίφνης. Αθροι. ὁμοῦ. alpha.63 ̓Αθεεί. χωρὶς θεοῦ. ̓Αθαυμαστί. χωρὶς θαύματος, η θαυμασμοῦ. Αθε. ἀντὶ τοῦ ειθε, καὶ αν ποτε. Ἀθεωρητί. χωρὶς θεωρίας. Τὸ Α μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Αϊθες καὶ Αϊνεσ. ἐθνικά. Αϊροσ. κύριον ονομα. Αϊσ. ὁ μὴ βλεπόμενος, καὶ ἀνίσχυρος, ἀπὸ τοῦ ις, ἡ δύναμις. Αινοσ. ὁ επαινος, η λόγος παροιμιώδης. Αἰσυμνῆται. ἀγωνοθέται. Αἰών. ὁ χρόνος η τὸ συμπαρεκτεινόμενον τοῖς οὐρανοῖς. οιόν τι χρονικὸν κίνημα καὶ διάστημα· η παράστασις ζωῆς πάντων τῶν λογικῶν, ειτε alpha.64 καλῆς ειτε αλλως. ἀπέραντος αἰὼν δὲ ἀπὸ τοῦ ἀεὶ ων. †Αἰνόσ. ὁ χαλεπὸς καὶ φοβερός.† Αἰσχροκερδήσ. ὁ ενεκα τοῦ κερδῆσαι εἰς αἰσχρὰ εργα αὑτὸν ἐμβάλλων. Αἰδήμονα. αξιον αἰδοῦς. Αἰών. σύστημα φυσικὸν ἐκ σωμάτων ποικίλων, λογικὰ διάφορα περιέχον, τῆς τοῦ θεοῦ γνώσεως ενεκα. Αἰών· ζωὴ, η συμπέρασμα χρόνων πολλῶν παρὰ τὸ ἀεὶ ον. Αἰακίδησ. ὁ τοῦ Αἰακοῦ υἱός. Αἰανόσ. σκοτεινός. Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος- η θρηνητῆς, ἀπὸ τοῦ αἰάζω, τὸ θρηνῶ. Αιαξ· Αἰμύλος· Αἰβιωναῖος· Αἰγαίωροσ· ὀνόματα κύρια. alpha.65 Αἰγέα. τὸ τῆς αἰγὸς δέρμα. ̓Αριστοφάνης· τὸν ἐρεχθέα καὶ τὸν αἰγέα κάλει. Αἰγεσταῖος· Αἰγεὺς καὶ ̓Αγεύς· Αἰγεστεύσ. ὀνόματα κύρια. Αἰγείδησ. ὁ τοῦ Αἰγέως παῖς. Αιγειος ἀσκόσ. ὁ ἀπὸ τῆς αἰγός. Αιγειροσ. ειδος φυτοῦ. αιγειρος ην ̓Αθήνῃσι πλησίον τοῦ ἱεροῦ, ενθα, πρὶν γενέσθαι θέατρον, τὰ ἰκρία ἐπήγνυον. τινὲς ικρια γράφουσι. γίνεται δὲ ἐκ τοῦ ἀΐσσω τὸ ὁρμῶ. τὰ εἰς ˉρˉοˉς ῥήματα τῇ ˉεˉι διφθόγγῳ παραλήγουσιν, οιον, μάσσω, μάγειρος, ἀΐσσω, αιγειρος. η παρὰ τὸ αιρω, τὸ εἰς υψος αιρεσθαι καὶ αυξεσθαι. καὶ Ομηρος· μακεδονῆς αἰγείροιο. Αιγιρος δὲ, ονομα πόλεως, ˉι. Αἰγιαλεύσ. κύριον. Αιγιγεσ. ονομα εθνους. Αιγιλλοσ. ειδος βοτάνης. Αἰγίμιος· Αιγινθος· Αιγισθοσ. κύρια ὀνόματα. †Αἰγόκερωσ. ειδος ζώου.† Αἰγύπτιοσ. πλινθοφόρος. παροιμία ἐστὶν, οτι οἱ Αἰγύπτιοι διαβάλλονται ὡς ἀχθοφόροι οντες. Αἰγιαλόσ. παρὰ τὸ τὴν αιαν γείτονα ειναι τῆς ἁλός. Αἰγυπιόσ. ειδος ἀετοῦ· οἱ δὲ τὸν γῦπα παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ. Αἰδοῖοσ. ὁ αἰδοῦς καὶ ἐντροπῆς αξιος. ∆αμάσκιος· alpha.66 ὁ δὲ ̓Ισίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖον τὲ καὶ δεινὸν ἰδεῖν. Αιδυλος καὶ ἀίδυλοσ. ὁ θρασύς. Αἰγιαλόσ. ὁ ψαμμώδης λέγεται τόπος. Αἰαῖος η αἰαιόσ. ὁ σύγαμβρος. Αἰένυπνοσ. ὁ θάνατος η ὁ ἀεὶ κοιμώμενος. σέ τοι κικλήσκω τὸν αἰένυπνον. ουτως Σοφοκλῆς. Αἰετόσ. ὁ ἀετὸς, ον φασι δίψους καὶ