1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

14

πεφωτίσθαι αὐτοὺς ὑπ' αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. Τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει· Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. Ἐπεὶ τοίνυν ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν ἡ Ζωὴ, φῶς εἰρῆσθαι εἴρηται αὐτῶν. Σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων, τά τε ἄλλα, καὶ τὴν τετράδα τὴν δευτέραν, Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα· διηγού μενος γὰρ περὶ τοῦ Σωτῆρος, καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ πληρώματος δι' αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ πληρώματος. Καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον, καὶ μὴ καταληφθὲν ὑπ' αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ' αὐτῆς. Καὶ υἱὸν δὲ, καὶ ἀλήθειαν, καὶ ζωὴν λέγει αὐτὸν καὶ λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθά, φησι, καὶ ἦν ἡ δόξα αὐτοῦ, οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καὶ ἀληθείας. Λέγει δὲ οὕτως· Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα· Πατέρα εἰπὼν, καὶ Χάριν, καὶ τὸν Μονογενῆ, καὶ Ἀλήθειαν. Οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων Αἰώνων ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν. 1.1.19 Ὁρᾷς, ἀγαπητὲ, τὴν μέθοδον, ᾗ οἱ χρώμενοι φρεναπατοῦσιν ἑαυτοὺς, ἐπηρεάζοντες τὰς γραφὰς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. ∆ιὰ τοῦτο γὰρ καὶ αὐτὸς αὐτὰς παρεθέμην αὐτῶν τὰς λέξεις, ἵνα ἐξ αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας, καὶ τὴν πονηρίαν τῆς πλάνης. Πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω ὀγδοάδα μηνύσειν, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς, καὶ τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι, καὶ οὕτως ἐπεζεύχθη τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς ὀγδοάδος· καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα, ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς, ἐπ' ἐσχάτῳ πρώτης ἐμέμνητο τετράδος. Ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων, καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα· ἀλλ' ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀῤῥένων προσηγορίᾳ, ὁμοίως δυναμένων κᾀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς· suppl. ἢ εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον, καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως παραποίησις. Τοῦ γὰρ Ἰωάννου ἕνα Θεὸν παντοκράτορα, καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος, δι' οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν l. Λόγον Θεοῦ, τοῦτον Μονογενῆ, τοῦτον πάντων ποιητὴν, τοῦτον φῶς ἀληθινὸν φωτίζοντα πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητὴν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα, καὶ ἐσκηνωκότα ἐν ἡμῖν· οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν, ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν, ὃν δὴ καὶ ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι, καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς, καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον· καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας, καταχρησάμενοι τοῖς ὀνόμασιν, εἰς τὴν ἰδίαν ὑπόθεσιν μετή νεγκαν, ὥστε κατ' αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μνείαν suppl. μὴ ἂν ποιεῖσθαι. Εἰ γὰρ Πατέρα εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς, οὐδέπω Χριστὸς ὁ τοῦ Ἰωάννου διδάσκαλος. Ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν ὁ Ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδε τοῦ Θεοῦ, αὐτὸς πεποίηκε φανερόν. Ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου