Μέλητον καθ' ἑαυτοῦ γενέσθαι παρασκευάσῃ κατηγοροῦντα αὐτοῦ παρ' Ἀθηναίοις καὶ λέγοντα· Πλάτων ἀδικεῖ καὶ πε ριεργάζεται, θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζων· φόβῳ τοῦ κωνείου ποικίλον τινὰ καὶ ἐσχηματισμένον τὸν περὶ θεῶν γυμνάζει λόγον, εἶναί τε θεοὺς τοῖς βουλομένοις καὶ μὴ εἶναι οἷς τἀναντία δοκεῖ τῷ λόγῳ κατασκευάζων, ὡς ἔσται ·ᾴδιον ἀπ' αὐτῶν τῶν ὑπ' αὐτοῦ λεχθέντων γνῶναι. Πᾶν γὰρ τὸ γε νόμενον θνητὸν προαποφηνάμενος εἶναι, ὕστερον θεοὺς γεγενῆ σθαι λέγει. Eἰ τοίνυν ἀρχὴν ἁπάντων τὸν θεὸν καὶ τὴν ὕλην εἶναι βούλεται, δῆλον ὅτι ἀνάγκη πᾶσα ἐξ ὕλης τοὺς θεοὺς γεγενῆσθαι λέγειν. Eἰ δὲ ἐξ ὕλης, ἐξ ἧς καὶ τὸ κακὸν ὡρμῆ σθαι ἔφη, οἵους εἶναι τοὺς θεοὺς τοὺς ἐξ ὕλης γενομένους οἴε σθαι προσήκει, τοῖς εὖ φρονοῦσι παρῆκε σκοπεῖν. ∆ιὰ τοῦτο γὰρ καὶ ἀγένητον τὴν ὕλην ἔφησεν εἶναι, ἵνα μὴ δόξῃ τὸν θεὸν τοῦ κακοῦ ποιητὴν εἶναι λέγειν. Καὶ περὶ μὲν τῶν ὑπὸ τοῦ θεοῦ δημιουργηθέντων θεῶν ταῦτ' εἰρηκὼς φαίνεται· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός. Περὶ δὲ τοῦ ὄντως ὄντος θεοῦ τὴν ὀρθὴν ἔχων φαίνεται δόξαν. Ἀκηκοὼς γὰρ ἐν Aἰ γύπτῳ τὸν θεὸν τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, ὁπη νίκα πρὸς τοὺς Ἑβραίους αὐτὸν ἀποστέλλειν ἔμελλεν, ἔγνω ὅτι οὐ κύριον ὄνομα ἑαυτοῦ ὁ θεὸς πρὸς αὐτὸν ἔφη. Oὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων· θεῷ δὲ οὔτε ὁ τιθεὶς ὄνομα προϋπῆρχεν, οὔτε αὐτὸς ἑαυτὸν ὀνομάζειν ῴήθη δεῖν, εἷς καὶ μόνος ὑπάρχων, ὡς αὐτὸς διὰ τῶν ἑαυτοῦ προ φητῶν μαρτυρεῖ λέγων· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστι. ∆ιὰ τοῦτο τοίνυν, ὡς καὶ πρότερον ἔφην, οὐδὲ ὀνόματός τινος ὁ θεὸς ἀποστέλλων πρὸς τοὺς Ἑβραίους τὸν Μωϋσέα μέμνηται, ἀλλὰ διά τινος μετ οχῆς ἕνα καὶ μόνον θεὸν ἑαυτὸν εἶναι μυστικῶς διδάσκει. Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ὤν, ἀντιδιαστέλλων ἑαυτὸν δῆλον ὅτι ὁ ὢν τοῖς μὴ οὖσιν, ἵνα γνῶσιν οἱ πρότερον ἀπατηθέντες ὅτι οὐχὶ τοῖς οὖσιν ἀλλὰ τοῖς μὴ οὖσι προσέσχον. Ἐπεὶ τοί νυν ὁ θεὸς ἠπίστατο τοὺς πρώτους ἀνθρώπους τῆς παλαιᾶς τῶν προγόνων μεμνημένους ἀπάτης, ἣν ἀπατῆσαι αὐτοὺς ὁ μισάνθρωπος δαίμων ἐβουλήθη φήσας πρὸς αὐτοὺς Eἰ πει σθείητέ μοι τὴν τοῦ θεοῦ παρελθεῖν ἐντολήν, ἔσεσθε ὡς θεοί, θεοὺς ὀνομάζων τοὺς μὴ ὄντας, ἵν' οἱ ἄνθρωποι οἰηθέντες καὶ ἑτέρους εἶναι θεοὺς καὶ ἑαυτοὺς δύνασθαι γενέσθαι θεοὺς πιστεύσωσι, διὰ τοῦτο πρὸς τὸν Μωϋσέα ἔφη Ἐγώ εἰμι ὁ ὤν, ἵνα διὰ τῆς μετοχῆς ὄντος τοῦ θεοῦ ὄντος καὶ μὴ ὄντων δια φορὰν διδάξῃ. Πεισθέντες τοίνυν οἱ ἄνθρωποι τῷ ἠπατηκότι δαίμονι καὶ θεοῦ παρακοῦσαι τολμήσαντες ἐξῆλθον τοῦ παρα δείσου, τοῦ μὲν ὀνόματος τῶν θεῶν μεμνημένοι, μηκέτι δὲ παρὰ θεοῦ μὴ εἶναι θεοὺς ἑτέρους διδαχθέντες· οὐ γὰρ δίκαιον ἦν τοὺς τὴν πρώτην ἐντολὴν μὴ φυλάξαντας, ἣν φυλάξαι ·ᾴ διον ἦν, διδάσκειν ἔτι, ἀλλὰ τιμωρίαν αὐτοῖς ἐπάγειν δι καίαν. Ἐκβληθέντες τοίνυν τοῦ παραδείσου καὶ οἰόμενοι διὰ