ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ θεὸς ποιεῖ· ἀλλά, δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τὸ πρότερον γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι τὸ ὕστερον, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ὁρῶμεν οὖν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόον ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην, ὥσπερ καὶ ἐπὶ τῆς πήξεως τοῦ γά λακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά μεως τὰ διάφορα παράγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Oὐκ οἰητέον, φησίν, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δέ ἐστι τὸ βούλεσθαι, οὕτως καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε τὴν διαίρεσιν τὴν τοῦ εἶναι πρὸς τὸ βούλε σθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Τοῦ θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥί πτει τοῦ θεοῦ καὶ τὴν ποίησιν, ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίη σιν δὲ τῶν οὐκ ὄντων. Ὅτι δὲ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή, δείκνυται καὶ ἐκ τοῦ λόγου τοῦ ἀποκρινα μένου, τοῦ εἰπόντος· Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστιν. Ἀντέστρεψε τῇ οὐσίᾳ τὴν βουλήν, καὶ τῇ βουλῇ τὴν οὐσίαν. Ἀντιστροφὴ δὲ οὐδαμῶς ἐνδέχεται γενέσθαι τῶν ἀντι στρεφομένων οὐκ ὄντων ἄλλο καὶ ἄλλο ἢ λόγῳ ἢ ἀριθμῷ. Τὸ τῷ ἀριθμῷ ἓν ὂν οὐδὲν κωλύει τῷ λόγῳ ἄλλο καὶ ἄλλο εἶναι· οἷον ἡ εὐθεῖα γραμμὴ τῇ μὲν ὑποστάσει ἀριθμῷ μία ἐστί, τῷ δὲ λόγῳ τῆς εὐθείας καὶ τῆς γραμμῆς ἄλλο καὶ ἄλλο. Κατὰ τὸν τρόπον τοῦτον οὐ διαιρεῖται τοῦ θεοῦ ἡ φύσις τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς βουλῆς; Eἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Eἰ ἡ μὲν βουλὴ τοῦ θεοῦ ἐκ τῆς οὐσίας, ἡ δὲ οὐσία οὐκ ἐκ τῆς βουλῆς, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Ἡ οὐσία τοῦ θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται, ἡ δὲ βουλὴ τοῦ θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον ἐβούλετο ὁ θεὸς ποιῆσαι ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι, ὅτι, ὥσπερ ἐλυσιτέλει τοῖς οὖσι τὸ ἕνα εἶναι τὸν ἥλιον, οὕτως οὐκ ἐλυσι τέλει τοῖς οὖσι τὸ γενέσθαι δεύτερον ἥλιον· καὶ ἐβούλετο μὲν τὸ λυσιτελές, τὸ δὲ μὴ λυσιτελὲς οὐκ ἐβούλετο. Ἀλλ' εἰ τοῦτο, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Eἰ ὃ ἔστιν ὁ θεὸς τοῦτο καὶ βούλεται, δῆλον ὅτι βουλητόν ἐστι καὶ οὐ