ἡ θεία γραφὴ λέγει, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφο ρῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τῆς αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι ποίαν τότε λειτουργίαν ἐπλή ρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Oἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, λει τουργίαν ἐκπληροῦσι χρειώδη τοῖς οὐρανοῖς καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργεῖν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε. Ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτίσεως. Πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν. Ἐρώτησις λα. Eἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμ πουσι, διὰ τί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοι δίαις τισὶ κατασκευάζονται, ἔνθα βούλονται, χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισις. Τοῦτο ἐπειδὴ κατὰ τὰς ἁγίας γραφὰς μαρτυρεῖς, τοὺς ὑετοὺς εἶναι ἐκ τῶν ἐπαοιδῶν ἄπιστον. Καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν οὐκ ἀφ' ὧν ἐθεάσω γινομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν ἤκουσας. Ἐρώτησις λβ. Eἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγεις ὅτι Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν; Ἀπόκρισις. Oὐκ, εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀπο θανεῖν· καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τὴν φύσιν τόν τε Ἐνὼχ καὶ τὸν Ἡλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ γενομένους ἀνωτέρω. Ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν ἡμῶν πεποιηκέναι τὸν θεόν, καὶ εἰσ ελθεῖν τὸν θάνατον εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ. Eἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς ὁ θάνα τος· καὶ εἰ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν θάνατον. Ἐρώτησις λγ. Eἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητῶν μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; Τὸ γὰρ προστεθὲν ἐπὶ τοῦ προορι σθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. Πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται;