1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

14

σκοπῆσαι πῶς τὴν ἐπίνοιαν συμπεράνωσι, τῆς ζωῆς ἀπελύοντο· 26.5 μόνον γὰρ ὅτι ταῖς βαθμίσι τὰ ἴχνη ἐκίνησαν, καὶ δίκην χαλάζης πυκνῆς οἱ λίθοι κατ' αὐτῶν ἀφεθέντες ὁμοῦ τῇ θαλάσσῃ καὶ τῷ ὀλέθρῳ τούτους ἐξανεσκεύασαν. 26.6 ἐν τούτοις ὀπισθόρμητοι πᾶσαι χωροῦσιν αἱ νῆες, οὐδενὸς ἄλλου τοιούτου τέως ἐπιχειρεῖν τολμηρῶς ἔχουσαι· μόναις δὲ ταῖς ἀπὸ τῶν βελῶν νιφάσι, καὶ αὐτὸν τὸν ἀέρα συσκιαζούσαις, ἔβαλλον ἀπὸ μηκόθεν, οὐδὲν ἧττον καὶ αὐτῶν βαλλομένων τοῖς τε βέλεσι πεμπομένοις εὐστόχως καὶ ὀλίγα διαμαρτάνουσι καὶ ταῖς ἀπὸ τῶν πετροβόλων καταφοραῖς, ὧν καὶ αὐτὸς μόνος ὁ διὰ τοῦ ἀέρος ἐγγινόμενος ῥοῖζος ἔκστασιν τοῖς βαρβάροις ἐναπειργάζετο. 27.1 Ἤδη γὰρ καὶ ὁ λεχθεὶς Νικήτας, ὁ πρὸς τοῦ βασιλέως σταλείς, τὸ τεῖχος ἅπαν διέτρεχε τὸν δῆμον παραθαρρύνων, 27.2 «ἄνδρες» λέγων «Θεσσαλονικεῖς, ἄλλας μὲν εἶχον πρὸ τοῦδε περὶ ὑμῶν ὑπολήψεις, καὶ οὐκ ἂν οὕτως γενναίους καὶ πρὸς τὸ ἔργον τοῦ πολέμου τολμηροὺς ἔκρινον εἶναι, μηδὲν τοιοῦτον μήτε πειραθέντας πάλαι μήτε κατενεργήσαντας· νυνὶ δὲ τοῦ πράγματος ἡ ἀκμὴ οὐκ ἀγεννεῖς ἔχειν τὰς περὶ ὑμῶν παρέσχεν ἐλπίδας. 27.3 ὁρῶ γὰρ πάντας ὑμᾶς τοῖς τε σώμασι σφριγῶντας καὶ ταῖς ψυχαῖς ἀνδριζομένους καὶ ὅλους ὄντας τῶν προκειμένων, τῶν ἀντιπάλων κατεγγελῶντας καὶ τὰς μηχανὰς αὐτῶν γενναίως ἐκτρεπομένους. καὶ οὐδὲν ἀπεικὸς πράττετε· 27.4 περὶ γὰρ ὑμῶν αὐτῶν ἐστιν ὁ ἀγών, ἀνδρῶν τιμίων καὶ τοῖς εἴδεσι καὶ τοῖς ψυχικοῖς προτερήμασι, καὶ περὶ τῆς λοιπῆς πόλεως, ἧς οὐδὲν ἐρίζει τῶν ἀξιολόγων εἰς περιφάνειαν. 27.5 ὑπεράνω μὲν γὰρ γενομένοις τοῦ τῇδε κινδύνου ὁ παρὰ πᾶσιν ὑμῖν ἔπαινος ἐποφείλεται· παθοῦσι δέ τι τῶν ἀβουλήτων, καὶ ὧν οἱ βάρβαροι κατηπείληνται, οὐκ ἔστιν ὅπου τὴν συμφορὰν εἰκάζειν ἐστὶν ἢ τῆς αἰσχύνης τὸ μέγεθος. 27.6 διὰ τοῦτο στῆτε γενναίως τῇ τε πατρίδι καὶ ὑμῖν αὐτοῖς τὴν νίκην περιποιούμενοι, καὶ μὴ δῶτε νῶτα χερσὶ πολεμίων, μηδὲ καινόν τι καταλίποιτε τῷ βίῳ διήγημα, μικρᾶς ῥᾳθυμίας κίνδυνον τοσοῦτον ἀνταλλαξάμενοι.» 27.7 τούτοις τοῖς παρακλητικοῖς ὑπαλείφων τὸν δῆμον καὶ θάρσος οὐκ ὀλίγον ταῖς ἁπάντων ψυχαῖς ἐνιεὶς τὴν περίοδον ἐποιεῖτο. 27.8 ὁ δὲ δὴ στρατηγὸς ὥσπερ τοῦ οἰκείου πάθους ἐκλελησμένος, καίπερ χαλεποῦ τε ὄντος ἐξ οὗ προείπομεν πτώματος, καὶ μείζονα τῆς δυνάμεως τὴν ὀδύνην παρεχομένου, ἡμιόνῳ τινὶ ἐπιβάς, οὐ περιβάδην ἀλλὰ κατὰ πλευρὰν καὶ ὡς αἱ τῶν θλασθέντων μελῶν ἀλγηδόνες ἐπέτρεπον, περιῄει καὶ αὐτός, τοὺς προθυμοτέρους τῶν ταξεωτῶν κατά τινας χρειώδεις τόπους τοῦ τείχους ἐγκαθιστῶν, ὡς ἂν τὸ κατ' αὐτοὺς τυχὸν καὶ τοὺς πλησίον πρὸς μίμησιν ἐρεθίζοντες τὰ πρὸς τὸν πόλεμον διατίθενται. 28.1 Οἱ βάρβαροι δὲ οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πολλάκις διὰ πάσης ἐκείνης τῆς ἡμέρας συνεφορμήσαντες, μᾶλλον ἢ πρότερον πεπληγμένοι πρὸς τοὐπίσω χωρήσαντες, ὑφ' ἑνὶ συνθήματι τὴν πρὸς καθ' ὕδατα λιπόντες μάχην ὑπανεχώρουν ταῖς ναυσί, καί τινι πρὸς ἀνατολὰς ὄντι τῆς πόλεως αἰγιαλῷ προσωρμίσθησαν. 28.2 εἶτα τῶν νηῶν ἐκβάντες πάλιν τοῖς βέλεσιν ἐχρῶντο κατὰ τῶν ἐκεῖσε λαχόντων τὴν στάσιν ἐν τῷ μετεώρῳ τείχει, ἔνθα καὶ πύλη τις διεξέχει, Ῥώμη καλουμένη, γειτνιάζουσα τῇ θαλάσσῃ. 28.3 οὗ δὴ μέχρι βαθείας νυκτὸς μαχεσάμενοι, καὶ ὥσπερ κεκμηκότες τῇ ἀγωνίᾳ, καθησύχασαν ταῖς ναυσί, τάχα σκεπτόμενοι πῶς ἐπιθῶνται τῇ ἑξῆς ἡμῖν, καὶ πρὸς ἑτέρας μηχανὰς σκευαζόμενοι. 28.4 ἤδη δὲ καὶ ἡμᾶς τοῦ πολέμου μικρὸν ἀνεθέντας ἄλλη πάλιν φροντὶς ἐπεισήρχετο, ἐπαγρυπνεῖν τοὺς ἐν ταῖς ἐπάλξεσι διὰ πάσης κύκλωθεν τῆς πόλεως, καὶ ὑποβλέπεσθαι τοὺς βαρβάρους, μή τινα λόχον νυκτερινὸν ἢ ἐνέδραν λάθωσι πεποιηκότες καὶ ἐν τῷ τείχει γενόμενοι τὸ πᾶν ἐξανύσωσιν. 28.5 εἰσὶ γὰρ εὐφυεῖς πρὸς ταῦτα μάλιστα, καὶ ἅμα τῷ διανοηθῆναι πρὸς τὸ ἔργον χωροῦντες, πάντα κίνδυνον εἰς μηδὲν τιθέμενοι, ἑνὶ δὲ μόνῳ προσέχοντες τῷ κατάρξασθαι τοῦ βεβουλευμένου. 28.6 κἂν τάχα καὶ ἐναντίως ἢ ὡς ἐφώρασαν τὸ τέλος ἐκβῇ τοῦ πράγματος, δόξαν ἔχειν ἡγοῦνται τὸ τέως ἀδυνάτοις πειρᾶσθαι τολμηρῶς ἐπιχειρεῖν.