14
τῆς σελήνης δρόμων, ὀξέως μέσου καὶ ἀνειμένου, δι' οὓς καὶ Τριοδῖτιν τὴν Ἑκάτην- οἱονεὶ τὴν Σελήνην- οἱ ποιηταὶ καλοῦσι, τρισὶν ἑορταῖς τὸν μῆνα διέλαβε. τρίμορφος γὰρ ἡ Σελήνη, καὶ ὅπως, ἐκ τοῦ χρησμοῦ γνωστέον· λέγει δὲ οὕτως· ἥδ' ἐγώ εἰμι κόρη πολυφάσματος οὐρανόφοιτος ταυρῶπις τρικάρηνος ἀπηνὴς χρυσοβέλεμνος Φοίβη ἀπειροτέχνη φαεσίμβροτος Εἰλήθυια τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα. ὀξυτέραν γὰρ, ὡς Ἀριστοτέλης φησί, ποιεῖται τὴν πορείαν πρὸς τῷ χειμερινῷ τροπικῷ, βραδυτέραν δὲ τὴν πρὸς τῷ θερινῷ, ὁμαλὴν δὲ τὴν πρὸς τῷ ἰσημερινῷ. πρώτη τοίνυν τοῦ μηνὸς ἑορτή ἐστιν ἡ λεγομένη παρὰ μὲν Ῥωμαίοις Καλένδαι, παρὰ δὲ Ἕλλησι Νεομηνία. καὶ νέα ἡ πρώτη τοῦ μηνὸς παρὰ Ἀττικοῖς, ἕνη δὲ ἡ τελευταία. Καλάνδας δὲ αὐτὰς οἱ παλαιοὶ προσηγόρευσαν ἐξ ἑλληνικῆς σημασίας, ἀπὸ τοῦ καλεῖν τὸν ἀρχιερέα τὴν βουλὴν ἐν τῇ λεγομένῃ Καλαβρᾷ βασιλικῇ, καὶ σημαίνειν, εἴτε χρὴ κατὰ τὴν πεμπταῖαν, εἴτε κατὰ τὴν διχότομον τῆς σελήνης ἐπιτελέσαι τὴν τῶν Νωνῶν ἑορτήν, ἐξ ἧς τὴν μεσομηνίαν ἐπετήρουν. ἐπὶ μὲν γὰρ τῶν μηνῶν τῶν ἔτι καὶ νῦν τὰς σεληνιακὰς σωζόντων ἑορτὰς πεμπταίας τὰς Νώνας ἐσήμαινε, καθ' ἃς ἐπὶ τῆς τρισκαιδεκάτης καὶ μοιρῶν τινων, οὐ τὴν τοῦ φωτός, ἀλλὰ τὴν τοῦ σεληνιακοῦ σώματος εἰκός ἐστι συντρέχειν μεσότητα. ὁ γὰρ τῶν δεκατριῶν ἀριθμὸς συνέστηκεν ἐκ τῶν πρώτων δυοῖν τετραγώνων τοῦ τέσσαρα καὶ τοῦ ἐννέα-ἀρτίου τε καὶ περιττοῦ- πλευρὰς ἐχόντων τοῦ μὲν ἀρτίου τὸ ὑλικὸν εἶδος δυάδα, τοῦ δὲ περιττοῦ τὴν δραστήριον ἰδέαν τριάδα. οὗτος οὖν ὁ ἀριθμὸς ἡ μεγίστη καὶ τελειοτάτη τῶν ἑορτῶν γέγονε τοῖς ἀρχαίοις ἐπιτήρησις. ἡ γὰρ πεντεκαιδεκάτη παρὰ μοίρας ἓξ κυρίως ἐστὶν ἡ μεσομηνία. αὐτοῦ γὰρ τοῦ φωτός ἐστιν ἡ μεσότης. ὅθεν καὶ ∆ιὸς αὐτὴν ἑορτὴν οἷον Ἡλίου νενομίκασι, δι' οὗ σύμφαμεν φωτίζεσθαι τὴν Σελήνην. ἐπὶ δὲ τῶν ἡλιακῶν μηνῶν ἑβδομαίας τὰς Νώνας ἐσήμαινον· ὁ γὰρ ἕβδομος ἀριθμὸς Ἡλίου ἐστίν, ὡς ἔμπροσθεν εἴρηται. δῆλον γὰρ τὴν μὲν ἐλαχίστην τῆς σελήνης περίοδον εἴκοσι καὶ ἑπτὰ ἡμερῶν εἶναι καὶ ὡρῶν τινων, τοῦ δὲ φωτὸς ἐγγὺς τριάκοντα, ὡς καὶ ἡ μὲν τοῦ σεληνιακοῦ σώματος μέση ἀποκατάστασις ἡ τρισκαιδεκάτη ἐστίν, ἡ δὲ τοῦ φωτὸς μεσομηνία ἤτοι ἡ πεντεκαιδεκάτη. πρώτη τοίνυν ἡ νεομηνία, ἐξ ἧς ἔθος Ῥωμαίοις προκαλεῖν τὴν δευτέραν ἑορτήν, τουτέστι τὰς Νώνας· εἰσὶ δὲ μέσαι ἀπὸ τῆς νεομηνίας ἄχρι τῶν Νωνῶν ἢ τέσσαρες ἢ ἕξ, ὡς γίγνεσθαι τὰς πάσας σὺν καὶ αὐτῇ τῇ νεομηνίᾳ ἢ πέντε ἢ ἑπτά. εἴ τις οὖν ἀπὸ τῆς πεμπταίας καὶ αὐτῆς ἐννέα προσεπιλογίσεται ἡμέρας-αὕτη δὲ ἡ προσθήκη παρὰ Ῥωμαίοις Νῶναι καλεῖται ἀντὶ τοῦ ἐννέα· τοσαῦται γάρ εἰσιν-εὑρήσει τὴν ἐκ μικρᾶς σεληνιακῆς ἀποκατάστασιν μέσην, τουτέστι τὴν τρισκαιδεκάτην· οὕτως καὶ ἐπὶ τῆς ἑβδομαίας μετ' αὐτῆς ἀριθμῶν τὰς ἐννέα εὑρήσει τὴν τοῦ φωτὸς μεσομηνίαν, τουτέστι τὴν πεντεκαιδεκάτην. ἀποφράδας δὲ πάντως τὰς Νώνας εἶχον, νῦν μὲν ὡς ἀπὸ τῆς πεμπταίας νῦν δὲ ὡς ἀπὸ διχοτόμου, μηδὲ ὠνομάσθαι ἢ ταύτην ἢ ἐκείνην τὴν φάσιν ὑπομένοντες, ἀλλὰ τὴν μετὰ ἐννέα ἡμέ ρας ἐπιφοιτῶσαν μεσομηνίαν, τουτέστι τὰς Εἰδούς, ἢ καὶ ἄλλως τιμῶντες διὰ τὴν τῶν φώτων ἐπιτήρησιν. ὅτι δὲ ἐξ ἑλληνικῆς σημασίας τίκτεται τὸ τῶν Καλενδῶν ὄνομα, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς γραφῆς· ἔτι γὰρ καὶ νῦν τῷ ἑλληνικῷ κάππα τὰς Καλένδας γράφουσιν οἱ Ῥωμαῖοι. ἰστέον δέ, ὅτι αἱ Καλένδαι Ἥρας ἑορτὴ ἐτύγχανον, τουτέστι Σελήνης· οἱ γὰρ φυσικοί, ὡς ἔφθημεν εἰπόντες, ∆ία μὲν τὸν Ἥλιον, Ἥραν δὲ τὴν Σελήνην ἐνόμιζον εἶναι, καὶ τὴν μὲν νεομηνίαν αὐτῇ, τὰς δὲ Εἰδούς, τουτέστι τὴν μεσομηνίαν, ∆ιὶ ἤγουν Ἡλίῳ ἀνέφερον, πληνιλούνιον τὰς Εἰδοὺς καλοῦντες οἱονεὶ πληροσέληνον. τὸ δὲ τῶν Εἰδῶν ὄνομα παρὰ μὲν τοῖς πολιτικοῖς ἐκ τοῦ εἴδους τῆς Σελήνης, παρὰ δὲ τοῖς ἱερεῦσιν ἀπὸ θυσίας τινὸς τρόπου, ἥτις εἴδουλις ὠνομάζετο, εὑρίσκομεν εἰσενηνεγμένον. πεμπταίας δὲ ἢ ἑβδομαίας τὰς Νώνας μετὰ τὰς Καλένδας