ἐζωώθησαν. Ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι. Καταστήσας οὖν τὸν Φαρασμάνην ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἰβήρων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπαλα φέρεσθαι. Καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥωμαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστήσας τὴν στρατιὰν εὐθὺ τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδες ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐραγίαν πολλάκις ἐπιτιθέμενοι τοὺς τὰ σιτία μετακομίζοντας κακοῦντες ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. Καταφραξάμενος δὲ ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον τεθωρακισμένος τῷ φρουρίῳ 132 προσβάλλει Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς, εἰς ὑποδοχὴν στρατοῦ μαθὼν εἶναι τὸν τόπον ἐπιτήδειον. Ὡς δὲ προσεγγίσας αὐτῷ ἐρυμνότατον εἶδε καὶ ὀχυρώτατον, ἐπ' ἀκρωρείας λόφου ἱστάμενον, τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον καὶ μὴ ἐξαρκοῦν πρὸς ὑποδοχὴν τοσούτου στρατοῦ, ἀναζεύξας εἰς τόπον ἐπήξατο τὴν παρεμβολὴν ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεεν. Ἀναστὰς δὲ ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια καὶ πυρπολήσας χωρίον μέγιστον , Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωρισμένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε, Τερχολὰ κατονομαζόμενον. Κοπτομένου δὲ τοῦ χάρακος καὶ τοῦ βασιλέως ἱσταμένου κατὰ τὸ δεξιὸν μέρος, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας καὶ τοὺς ἵππους ἀπὸ ῥυτήρων ἐλάσαντες δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν. Ὁ βασιλεὺς δὲ τούτους θεασάμενος πρῶτος διανέστησε τοὺς στρατιώτας εἰς δίωξιν. Οἱ δὲ φθάσαντες ἐξαισίῳ δρόμῳ τῶν ἵππων εἰς τὸ οἰκεῖον στρατόπεδον διεσώθησαν. Ἐκεῖθεν δὲ ἀναστάντες εὐθὺ τοῦ Ἀρτὰχ ἐβάδισαν, κατεῖχον δὲ τοῦτο Σαρακηνοὶ τὸν αὐτῶν στρατηγὸν ἐξελάσαντες. Πλὴν ἀλλὰ καὶ πάλιν φεύγουσιν οἱ τοῦτο φυλάσσοντες καὶ τῷ βασιλεῖ τὸ οἰκεῖον ἀνασῴζεται πόλισμα. Φρουρὰν δ' ἐν αὐτῷ βαλὼν καὶ σιτήσεις ἀποχρώσας ἐναποθέμενος, πάντα τὰ τῷ καιρῷ πρόσφορα διετάξατο. Ἐπ' αὐτοῦ τοίνυν τοῦ βασιλέως ἤρξαντο Ῥωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς γενναιότητος ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθεσιν, ἐπεὶ τά γε κατὰ τοὺς προσεχῶς βασιλεύσαντας, πλὴν ἐπιδείξεως μόνης καὶ πλήθους συναγωγῆς, ἐν οὐδενὶ καρτερῶς πρὸς μάχην συνέρραξαν, ὡς εἶναι δῆλον ὅτι τοῦ ἡγεμόνος ἐστὶν ὡς ἐπίπαν τὸ κατορθούμενον ἐν πᾶσι τοῖς 133 πράγμασι. Κἀκεῖθεν μὴ δυνηθεὶς ὁ βασιλεὺς εἰς Ἀντιόχειαν ἀπελθεῖνπροκατείργαστο γὰρ λιμῷ τε καὶ κακώσει πολλῇ ὑπερβὰς αὐλῶνας καὶ κλεισούρας τινὰς ἀδιεξοδεύτους εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀλέξανδρον καταντᾷ κἀκεῖσε τὸν χάρακα πήγνυσι· καὶ τὸν Ταῦρον τὸ ὄρος ὑπερβὰς πανστρατιᾷ εἰσβάλλει τῇ Ῥωμαίων. Ἐντυχόντες δ' ἀθρόον τόποις ψυχροῖς ἐξ ἄγαν ἀλεεινῶν καὶ θερμῶν πολλῆς μεταβολῆς ᾔσθοντο· διὸ καὶ ἄνθρωποι πολλοὶ ἀπέθανον καὶ ζῷα πολλὰ ἐναπέψυξαν. Ἐξιόντος δὲ τοῦ βασιλέως εἴς τι χωρίον τῆς τοῦ Ποδανδοῦ κλεισούρας , Γυτάριον κατονομαζόμενον, ἤκουσεν ὁ βασιλεὺς τὴν τοῦ Ἀμορίου λαφυραγωγίαν καὶ φόνον ἀνδρῶν ἀμύθητον. Κατεσκηνωκυίας δὲ τῆς παρεμβολῆς ἐν τῷ τοῦ Χαλκέως σταθμῷ ὁ ἐν Μελιτηνῇ κρατῶν τοῦ στρατοῦ οὐδόλως αὐτῷ προσβαλεῖν ἠθέλησεν, ἔχων καὶ ταῦτα τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμανδοῦ συνηθροισμένην πολίσματι. Ἐφ' οἷς καὶ ἀνιαθεὶς καὶ μὴ δυνηθεὶς βοηθῆσαι τῷ πράγματι, τὰ κατὰ τὸν στρατόν, ὡς ἐνῆν, δεξιῶς διαθέμενος, εἰς παραχειμασίαν τὸ πλεῖον αὐτῶν ἀποστείλας, αὐτὸς ἐπὶ τὸ Βυζάντιον ἵετο, πρὸς τῷ τέλει τοῦ Ἰανουαρίου μηνὸς καταλαβὼν ἐν αὐτῷ. ∆ιαγαγὼν τοίνυν ἐν αὐτῷ χρόνον τινὰ καὶ τὰς πολιτικὰς διοικήσεις, ὡς ἐνόν, διοικησάμενος καὶ τιμὰς καὶ δεξιώσεις εἴς τινας τῶν