14
πλίνθον λελόγισται. Μέρη τοίνυν Χριστοῦ δύο φύσεις· ἐκ θεότητος γὰρ οὗτος καὶ ἀνθρωπότητος. Πῶς οὖν οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη καὶ τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; Ἢ γὰρ ἐν αὐτῷ ἢ ἀλλαχόσε ἢ ἀνῄρηται καὶ αὐτὸς ἢ ἐν αὐτοῖς ἢ ἐν ἄλλοις παρὰ ταῦτα ἢ οὐδαμῇ. 72 Εἰ τῆς αὐτῆς φύσεως ἡ σὰρξ τῇ τοῦ λόγου θεότητι, πῶς οὐ γέγονε τετρὰς ἡ τριάς; Τὰ γὰρ ὁμοούσια ἑτέρας ἐστὶν ὑποστάσεως. Εἰ δὲ ἑτεροούσιος, πῶς οὐ δύο φύσεις ἐστὶν ὁ Χριστός; 73 Εἰ ὁ θεὸς λόγος καὶ ὁ πατὴρ κατά τί εἰσι δύο, ἡ δὲ σὰρξ καὶ ὁ θεὸς λόγος κατ' οὐδέν εἰσι δύο, πλέον ἥνωται τῇ σαρκὶ ὁ θεὸς λόγος ἢ τῷ πατρί. Εἰ δ' οὐ πλέον, κατά τι γοῦν εἰσι δύο ὁ θεὸς λόγος καὶ ἡ σάρξ. Καὶ εἰ κατά τι δύο, κατὰ φύσιν· οὐ γὰρ καθ' ὑπόστασιν. 74 Ὁ εἷς Χριστός, ἡ σύνθετος ὑπόστασις, κατὰ μὲν φύσιν ταυτίζεται τῷ πατρὶ καὶ τῷ πνεύματι, τῇ μητρί τε καὶ ἡμῖν· καὶ τῷ πατρὶ γάρ ἐστι καὶ ἡμῖν ὁμοούσιος, διαφέρει δὲ καθ' ὑπόστασιν. Εἰ μὲν οὖν μίαν φύσιν αὐτῷ δῶτε σύνθετον, συνθέτου φύσεως τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον λέξετε καὶ μιᾶς φύσεως τὴν τριάδα καὶ τοὺς ἀνθρώπους εἴποιτε, εἰ δ' ὑπόστασιν ἐν δύο γνωριζομένην φύσεσι, κατ' ἄλλο ἔσται τῷ πατρὶ καὶ κατ' ἄλλο ἡμῖν ὁμοούσιος. 75 Ἡ θεότης κατὰ τῶν τριῶν τῆς ζωαρχικῆς τριάδος ὑποστάσεων φέρεται, ὁμοίως καὶ ἡ ἀνθρωπότης κατὰ τῶν ἀπείρων τῆς ἀνθρωπίνης φύσεως ὑποστάσεων. Εἰ τοίνυν μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος εἴπητε, μία φύσις καθ' ὑμᾶς ἐν τῷ Χριστῷ γέγονε τῶν ἁγίων τῆς τριάδος τριῶν ὑποστάσεων καὶ τῶν ἀπείρων τῆς ἀνθρωπότητος ὑποστάσεων. 76 Εἰ μερικὴν καὶ ἰδικὴν οὐσίαν τοῦ λόγου φατὲ καὶ ταὐτὸν φύσιν καὶ ὑπόστασιν, δείξατε ἡμῖν τινα τῶν ἁγίων πατέρων τρεῖς φύσεις ἢ οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος εἰπόντα, καὶ ἡμεῖς σιγήσομεν χεῖρα ἐπὶ στόματι θέμενοι. Εἰ δὲ μὴ δεῖξαι δύνασθε, τί μάτην ἀπὸ καρδίας καὶ οὐκ ἐκ θεοῦ λαλοῦντες φρυάττεσθε; 77 Τὸ τῶν πραγμάτων ποσὸν οὐ μόνον ὡρισμένος ἀριθμὸς παρίστησιν, ἀλλὰ δὴ καὶ ἀόριστος ὁ πολλὰ τυχὸν καὶ ὀλίγα καὶ πλείονα καὶ ἐλάττονα· καὶ ἡ ἀναλογία δὲ ταὐτὸν οἶδε πολλάκις ποιεῖν ὡς τὸ μεῖζον καὶ ἴσον καὶ ἧττον, ἀλλὰ καὶ ἡ δεικτικὴ φωνή, τοῦτό φημι κἀκεῖνο καὶ ταῦτα καὶ ἄλλο καὶ ἕτερον, καὶ ἡ τάξις ὡς πρὸ τοῦδε καὶ μετ' ἐκεῖνο καὶ ἀπ' ἀρχῆς καὶ ὕστερον, καὶ ἕτεροι δὲ τρόποι τυχόν. Εἰ μὲν οὖν πάντας τοὺς τρόπους τοὺς δηλωτικοὺς τῆς τῶν πραγμάτων ποσότητος διαιρετικοὺς λέγετε, ἐγγύθεν ὁ ἔλεγχος· μίαν γὰρ καὶ μίαν φύσιν, ἕτερόν τε καὶ ἕτερον, καὶ ἄλλο καὶ ἄλλο καὶ φύσεις ἀορίστως καὶ ἰδιότητας καὶ μεῖζον καὶ ἔλαττον καὶ πρότερον καὶ ὕστερον λέγετε. Εἰ δὲ μόνον τὸν ὡρισμένον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθεσθε, τῆς ἐξουσίας· τίς γὰρ ἡ ἀποκλήρωσις τῆς ἀληθείας ἑτέρως ἐχούσης; Ἡ δυὰς γὰρ καὶ τὰ δύο ὁμοῦ τὰ ἀριθμούμενα συλληπτικῇ δυνάμει παρίστησιν ἢ τῆς μιᾶς καὶ μιᾶς ὑμῶν ὁ διαλελυμένος ἀριθμὸς καὶ καθ' ἑαυτὸν θεωρούμενος. 78 Ἐπὶ πᾶσι τοῦτο ἡμῖν ἀπαγγείλατε· Ἔχει θείαν φύσιν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; Ναί, ἐρεῖτε. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη μία φύσις ἢ δύο εἰσίν; Ἀλλ' εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοούσιος· εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τύφον σὺν τῷ τούτου γεννήτορι μακρὰν ἀπορρίψαντες μεθ' ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν