1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

14

κοινόν ἐστιν. Ἀμέλει παθόντος ἀνθρώπου τινὸς ἢ βοὸς ἢ ἵππου ἀπαθῆ μένειν τὰ ὁμοειδῆ τῶν ἀτόμων οὐκ ἀδύνατον. Καὶ γὰρ Παύλου τεθνεῶτος μηδένα τεθνάναι τῶν λοιπῶν ἀνθρώπων ἐνδέχεται, καὶ γενομένου Πέτρου καὶ εἰς τὸ εἶναι παρενεχθέντος οἱ ἐσόμενοι μετ' αὐτὸν ἄνθρωποι οὔπω τῶν ὄντων εἰσίν. Οὐκοῦν ἑκάστη φύσις οὐ μοναχῶς λέγεται τοῦθ' ὅπερ ἐστίν, ἀλλὰ διχῶς. Καθ' ἕνα μὲν τρόπον, ὅταν τὸν κοινὸν ἑκάστης φύσεως λόγον αὐτὸν ἐφ' ἑαυτοῦ θεωρῶμεν, οἷον τὴν ἀνθρώπου φύσιν ἢ τὴν ἵππου ἐν οὐδενὶ τῶν ἀτόμων γινομένην, καθ' ἕτερον δέ, ὅταν αὐτὴν δὴ ταύτην τὴν κοινὴν φύσιν ἐν τοῖς ἀτόμοις γινομένην κατίδωμεν καὶ μερικωτάτην ἐν ἑκάστῳ αὐτῶν λαμβάνουσαν ὕπαρξιν, οὐδενὶ ἄλλῳ πλὴν ἐκείνῳ καὶ μόνῳ λοιπὸν ἐφαρμόζουσαν. Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν ἄλλων ἀνθρώπων ἐστὶ κοινὸν οὐδὲ ἡ ἐν τῷδε τῷ ἵππῳ τοῦ ζῴου φύσις ἐν ἄλλῳ τινὶ γένοιτ' ἄν, ὡς ἀρτίως δεδείχαμεν. Ὅτι δὲ ταύτας τὰς ἐννοίας περί τε φύσεων ἔχει καὶ ὑποστάσεων ἡ τῆς ἐκκλησίας διδασκαλία, δῆλον ἐξ ὧν μίαν μὲν φύσιν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογοῦμεν, τρεῖς δὲ τὰς τούτων ὑποστάσεις ἤγουν τὰ πρόσωπα δογματίζομεν, καθ' ἃς ἕκαστον ἰδιότητί τινι ἐκ τῶν λοιπῶν διακρίνεται. Τί γὰρ ἂν εἴη μία φύσις θεότητος ἢ ὁ κοινὸς τῆς θείας φύσεως λόγος αὐτὸς καθ' ἑαυτὸν θεωρούμενος καὶ τῇ ἐπινοίᾳ τῆς ἑκάστης ὑποστάσεως ἰδιότητος κεχωρισμένος; Ὅτι δὲ καὶ ἰδικώτερον πάλιν τὸ τῆς φύσεως γινώσκομεν ὄνομα, τὸν κοινὸν λόγον τῆς φύσεως ἐφ' ἑκάστου τῶν ἀτόμων ἤγουν τῶν ὑποστάσεων ἑκάστης ἴδιον γενόμενον θεωροῦντες καὶ οὐδενὶ λοιπὸν ἑτέρῳ τῶν ὑπὸ τὸ κοινὸν εἶδος ἐφαρμόζειν δυνάμενον, δῆλον πάλιν ἐξ ὧν ἐπὶ Χριστοῦ δύο φύσεων ἕνωσιν, τῆς θείας φημὶ καὶ τῆς ἀνθρωπείας, πρεσβεύομεν. Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς ἁγίας τριάδος νοουμένην τῆς θεότητος σεσαρκῶσθαί φαμεν· οὕτω γὰρ ἂν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος κατηγοροῦμεν τὴν ἐνανθρώπησιν. Ἀλλ' οὐδὲ τὸν κοινὸν τῆς ἀνθρωπίνης φύσεως λόγον ἡνῶσθαι τῷ θεῷ λόγῳ πρεσβεύομεν· οὕτω γὰρ πάλιν καὶ τοῖς πρὸ τῆς τοῦ λόγου ἐπιδημίας γενομένοις ἀνθρώποις καὶ τοῖς μετ' αὐτὴν ἐσομένοις ἅπασιν ἡνῶσθαι ἂν ὁ τοῦ θεοῦ λόγος δικαίως ἐλέγετο. Ἀλλὰ δῆλον, ὅτι φύσιν θεότητος ἐνταῦθά φαμεν τὴν ἐν τῇ ὑποστάσει τοῦ λόγου τῆς κοινῆς θεότητος ἐξιδιασθεῖσαν φύσιν. Ὅθεν καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦμεν, αὐτῷ τῷ προσθεῖναι τοῦ θεοῦ λόγου ἀποκρίναντες αὐτὴν τοῦ τε πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. Ὥστε κἀνταῦθα τὸν κοινὸν τῆς θείας φύσεως λόγον ἴδιον λοιπὸν τοῦ θεοῦ λόγου νενοηκότες σεσαρκῶσθαί φαμεν τοῦ λόγου τὴν φύσιν. Καὶ φύσιν πάλιν ἀνθρωπότητος λέγομεν ἡνῶσθαι τῷ λόγῳ τὴν μερικωτάτην ἐκείνην ὕπαρξιν, ἣν μόνην ἐκ πασῶν ὁ λόγος προσείληφεν. Ὥστε σχεδὸν κατὰ τοῦτο τῆς φύσεως τὸ σημαινόμενον ταυτὸν ἂν εἴη φύσις καὶ ὑπόστασις, πλὴν ὅτι τὸ τῆς ὑποστάσεως ὄνομα συνεπινοουμένας ἔχει καὶ τὰς ἐπιγινομένας παρὰ τὴν κοινὴν φύσιν ἑκάστῳ τῶν ἀτόμων ἰδιότητας, καθ' ἃς ἀλλήλων κεχώρισται. Ἔνθεν τῶν ἡμετέρων πολλοὺς διαφόρως εὑρεῖν ἔστι λέγοντας φύσεων ἤγουν ὑποστάσεων ἕνωσιν γεγονέναι. Εἰ γὰρ ἡ ὑπόστασις, ὡς ἐδείξαμεν, τὴν ἰδικὴν ἑκάστου καὶ ἄτομον σημαίνει ὕπαρξιν. Ἐκ παραλλήλου δὲ τούτοις πολλάκις κέχρηνται τοῖς ὀνόμασι, δῆλον, ὡς καὶ τὴν ἰδικωτάτην φύσιν σημαίνειν ἡμῖν διὰ τούτων ἐθέλουσιν, ἐπεὶ καὶ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ ἐν τῇ χρήσει τῶν τὰ τοιαῦτα πεφυσιολογηκότων ἔθος ἅπασι καὶ τὸν κοινὸν τῆς φύσεως λόγον ἄνθρωπον προσαγορεύειν, ὡς ὅταν λέγωσιν εἶδος εἶναι τοῦ ζῴου τὸν ἄνθρωπον, εἴπερ μηδὲν τῶν ἀτόμων μήτε ἔστιν εἶδος τὸ ὑπὸ τὸ γένος μήτε λέγεται. Ἀλλὰ καὶ ἄνθρωπον ἵππου διαφέρειν λέγομεν, αὐτὰς δηλονότι τὰς καθόλου λέγοντες φύσεις. Καὶ πάλιν Πέτρον ἄνθρωπον εἶναί φαμεν καὶ