φησὶ, πεισθεὶς τὴν τῆς ἀνατολῆς ἀναδέξῃ ἀρχὴν, αὐτοκράτορά σε θᾶττον ἀποφανῶ, καὶ ἐπὶ τῶν βασιλικῶν θρόνων ἐπαναβιβάσω. εὐφήμει, ἔφη πρὸς τὸν λόγον ὁ Μαριανός· πίθηκον διερεθίζων καὶ προτρεπόμενος καθωπλισμένῳ γίγαντι διαμάχεσθαι, ὃν οὐ μόνον τὰ πρόσοικα φῦλα πέφρικε τῶν ἐθνῶν, ἀλλὰ καὶ ὅσα ἀνίσχων τε καὶ δυόμενος ὁ ἥλιος ἐφορᾷ. ἀλλ' εἰ δοκεῖ συνεισενεγκεῖν τινα γνώμην ἀμηχανοῦντι καὶ σκυθρωπάζοντι, αὐτίκα ἐρῶ. τὸν Ἰωάννην, ὃν κικλήσκουσι Τζιμισκῆν, οἶσθα τὸν ἄνδρα φιλότιμόν τε ὄντα καὶ λίαν φιλόνικον, καὶ ἀγαθὸν τὰ πολέμια· ὃν δεύτερον μετά γε τὸν στρατηγὸν ἡ στρατιωτικὴ φάλαγξ τίθεται καὶ τιμᾷ. τὴν τῶν στρατευμάτων οὖν, εἰ δοκεῖ, τούτῳ ἐπίστρεψον ἀντίληψιν· καὶ, οἶμαι, παραβολώτατος ὢν ὁ ἀνὴρ καὶ τολμητίας ἐπιεικῶς, ὑποστήσεται τὸ ἐγχείρημα· καὶ ᾗ ἂν ἡγοῖτο, ἕψεται ἡ πληθὺς, καὶ τὸ δοκοῦν σοι περαιωθήσεται. ἄλλως δὲ μὴ οἴου σὺ κατασείειν πύργον ἀτίνακτόν τε καὶ ἀδιάσειστον. ταύτην δεξάμενος ὁ Ἰωσὴφ τὴν εἰσήγησιν, τοὺς ἐξ αἵματος Νικηφόρῳ προσήκοντας, καὶ τοὺς ἄλλους ἀνημμένους αὐτῷ τῶν ἀξιωμάτων τε παγανοῖ, καὶ εἰς ὑπερορίαν ἐκπέμπει· γραμματεῖον δὲ σφραγῖσιν ἐνσημηνάμενος τῷ προῤῥηθέντι Ἰωάννῃ στέλλει ἐν τοῖς πατρικίοις τελοῦντι 38 καὶ στρατηγοῦντι τῶν ἀνατολικῶν, ἀνδρὶ ῥωμαλέῳ καὶ νεανικῷ, καὶ τὴν ὁρμὴν δυσάντητον κεκτημένῳ καὶ δυσεκβίαστον. ἡ δὲ τοῦ γραμματείου ὑφήγησις ταυτὶ διηγόρευε· τὸ δύσνουν καὶ κακόηθες τοῦ Φωκᾶ ὑπειδόμενος, καὶ τὴν κακοῦργον σκέψιν, ἣν ἐκεῖνος τρέφει καθ' ἑαυτὸν, ἐκκόψαι βουλόμενος, ἔγνων ἀνακαλύψαι τὸ ἀπόῤῥητον τῇ περιφανείᾳ σου, εἴ πως τὴν ἐκείνου δυσκάθεκτον ὁρμὴν, σοῦ συνεργοῦντος, ἀναχαιτίσωμεν. βούλεται γὰρ ὅσον οὔπω τυραννήσειν, καὶ τὴν τῆς βασιλείας ἀρχὴν σφετερίσασθαι. ἀλλ' αὐτὸς τὴν ἔκσπονδον ἐκείνου ἐκκόπτων ὁρμὴν, τὴν τῶν στρατευμάτων πρόνοιαν ἐξαυτῆς ἐκείνου μὲν ἀφαιροῦμαι, τῇ δὲ σῇ ἀνατίθημι ἐνδοξότητι. μετὰ μικρὸν δὲ σὲ καὶ εἰς αὐτὴν ἀναβιβάσω τὴν τῆς βασιλείας περιωπήν. σὺ δὲ τὸν ὑπέρμαχον καὶ ἀλαζόνα Φωκᾶν δεσμώτην ἀποφηνάμενος θᾶττον παράπεμψον ὡς ἡμᾶς. γʹ. Τὸ τοιοῦτον οὖν γραμματεῖον ὁ Ἰωάννης ἀπειληφώς, ἀνειλήσας τε καὶ τὴν ἐν αὐτῷ πραγματείαν ἀναλεξάμενος (τὴν τῆς ἀνατολῆς δὲ αὐτῷ δυναστείαν, καὶ αὖθις τὴν τῶν ὅλων ἀρχὴν καὶ διακατοχὴν τούτων, ὥς μοι ἤδη εἴρηται, κατεπηγγέλλετο ἡ γραφὴ, εἴ γε τῆς στρατιᾶς μετακινήσοι τὸν Νικηφόρον καὶ τοῦ πλήθους ἀποσκευάσοιτο), τῶν τόπων ἀπάρας ἐν οἷς ἀνεστρέφετο, ἠπείγετο πρὸς τὸν στρατηγόν. προελθὼν δὲ παρὰ τὴν σκηνὴν τὴν στρατήγιον, καὶ αὐτῷ παρακαθισάμενος (ἀνεψιὸς γὰρ πρὸς μητρὸς ὁ Ἰωάννης τῷ Νικηφόρῳ ἐχρημάτιζε), σὺ μὲν, ἔφη, ὦ γενναῖε, βαθὺν ὕπνον καθεύδεις, καὶ ὑπὲρ τὸν Ἐνδυμίωνα, ὥς φασιν· 39 ὁ δὲ τῆς βασιλικῆς κατάρχων αὐλῆς, ὁ χρηστὸς Ἰωσὴφ, τὸν σὸν μανιώδει καὶ μιαιφόνῳ ῥοπῇ κατεργάζεται θάνατον, καὶ, ὅσον τὸ ἐπ' ἐκείνῳ, ὁ τῶν Ῥωμαίων ἀκαταγώνιστος ἐξείργασται στρατηγὸς, καὶ τὸ τούτου αἷμα ἐκκέχυται· καὶ ταῦτα παρ' ἀνδραρίου (ὦ πόνοι, καὶ μάχαι, καὶ ἀρετή) ἀμφιβόλου τε καὶ ἀνάνδρου, καὶ γυναίου τεχνητοῦ, καὶ πλείω τῶν ἐν τῇ γυναικωνίτιδι δρωμένων εἰδότος μηδέν. ἀλλὰ διανάστα, ὦ 'τὰν, εἰ δοκεῖ· καὶ γενοίμεθα τῶν ἡμῶν λογισμῶν, ὅπως μὴ ὡς ἀνδράποδα παραπολώμεθα, γενναῖον δέ τι καὶ ἀνδρικὸν ἐργασοίμεθα, ὡς ἂν γνῷ καὶ Ἰωσὴφ, καὶ εἴ τις ἄλλος εἴη τὰ ἐκείνου πρεσβεύων, μὴ πρὸς ἁπαλὰ καὶ σκιατραφῆ διαμιλλώμενοι γυναικάρια, πρὸς ἄνδρας δὲ ἀκαταγώνιστον κεκτημένους ἰσχὺν, καὶ οὓς ἡ βάρβαρος φρίττει καὶ τέθηπε. ταῦτα εἰπὼν, καὶ τῶν κόλπων τὸ γραμματεῖον ἐξενεγκὼν, τῷ στρατηγῷ ἐνεχείρισεν. ὁ δὲ τοῦτο μετελθὼν καὶ τὰ ἐν αὐτῷ θυμοφθόρα καὶ θυμαλγῆ ἐπιγνοὺς, μικρὸν ἐπισχὼν καὶ λειποθυμήσας (ἔτυχε