Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.
43 Λέγει οὖν τοῖς ὁσιωτάτοις ἐπισκόποις· Εὔξασθε, πατέρες, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν, θεοῦ θέλοντος, γεννήσω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅσα αἰτεῖτε ποιεῖν. Καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήσασθε μέλλω ποιεῖν, Χριστοῦ ἐπινεύοντος· ἁγίαν γὰρ ἐκκλησίαν κτίζω ἐν Γάζῃ εἰς τὸ μεσώτατον τῆς πόλεως. Ἀπέλθατε οὖν μετ' εἰρήνης καὶ ἡσυχάσατε εὐχόμενοι συνεχῶς ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλανθρωπίας τέκω· οὗτος γάρ ἐστιν ὁ μὴν ὁ ἔνατος καὶ ἐγγύς ἐστι τοῦ πληρῶσαι. Συνταξάμενοι οὖν οἱ ἐπίσκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. Ἦν δὲ εὐχὴ ἵνα τέκῃ τὸν ἄρρενα· ἐπιστεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ καθ' ἡμέραν ἐπορευόμεθα πρὸς τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶν γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. Ἤρχετο δὲ συνεχῶς πρὸς ἡμᾶς καὶ ὁ ἀείμνηστος Ἀμάντιος ὁ κουβικουλάριος, ποτὲ μὲν φέρων ἀποκρίσεις τῆς βασιλίσσης, ποτὲ δὲ καὶ χάριν συντυχίας.
44 Μετ' ὀλίγας δὲ ἡμέρας γεννᾷ ἡ βασίλισσα τὸν ἄρρενα, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Θεοδόσιον εἰς τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοσίου τοῦ Σπάνου, τοῦ συμβασιλεύσαντος Γρατιανῷ· ὁ δὲ γεννηθεὶς νέος Θεοδόσιος ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείας βασιλεὺς ἀνηγορεύθη. Ἐγένετο δὲ πολλὴ χαρμοσύνη ἐν τῇ πόλει, καὶ ἐπέμφθησαν εὐαγγελιζόμενοί τινες εἰς τὰς πόλεις καὶ δωρεαὶ καὶ χαρίσματα. Ἡ δὲ δέσποινα, ᾗ μόνον ἔτεκεν καὶ ἀνέστη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέστειλεν πρὸς ἡμᾶς Ἀμάντιον, λέγουσα ἡμῖν δι' αὐτοῦ· Εὐχαριστῶ τῷ Χριστῷ ὅτι διὰ τῶν ὑμῶν ὁσίων εὐχῶν ἐχαρίσατό μοι ὁ θεὸς τὸν υἱόν. Εὔξασθε οὖν, πατέρες, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώσω ἃ ἐπηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριστοῦ θέλοντος, διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν.
45 Τῶν δὲ ἑπτὰ ἡμερῶν τῆς λοχείας πληρωθεισῶν, μεταπέμπεται ἡμᾶς, καὶ ἀπαντᾷ ἡμῖν εἰς τὴν θύραν τοῦ κουβουκλίου, βαστάζουσα καὶ τὸ βρέφος ἐν τῇ πορφύρᾳ. Ἔκλινεν δὲ τὴν κεφαλὴν εἰποῦσα· Εὐλογήσατε, πατέρες, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίσατό μοι ὁ κύριος διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. Ἐπεδίδου δὲ καὶ τὸ βρέφος ἵνα αὐτὸ σφραγίσωσιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐσφράγισαν τῇ τοῦ Χριστοῦ σφραγῖδι καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Μετὰ δὲ τὸ λαλῆσαι αὐτοὺς πολλοὺς λόγους πεπληρωμένους κατανύξεως, λέγει πρὸς αὐτοὺς ἡ δέσποινα· Οἴδατε, πατέρες, τί ἐβουλευσάμην ποιῆσαι περὶ τοῦ ὑμετέρου πράγματος; Ὁ δὲ ἐμὸς κύριος Πορφύριος ἀποκριθεὶς εἶπεν· Ὅσα ἐβουλεύσω, κατὰ θεὸν ἐβουλεύσω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη τῇ ἐμῇ εὐτελείᾳ δι' ὁράματος· ἔδοξα γὰρ ἡμᾶς εἶναι ἐν Γάζῃ, ἑστάναι δὲ ἐν τῷ ἐκεῖσε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ, καὶ τὴν σὴν εὐσέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. Ἐγὼ δὲ ἀναπτύξας εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεσπότης Χριστὸς τῷ Πέτρῳ· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Σὺ δέ, δέσποινα, ἀποκριθεῖσα εἶπες· Εἰρήνη σοι, ἴσχυε καὶ ἀνδρίζου. Καὶ ἐπὶ τούτοις διυπνίσθην, καὶ ἐκ τούτου πέπεισμαι ὅτι ἔχει ὁ υἱὸς τοῦ θεοῦ συνεργῆσαι τῇ σῇ προαιρέσει. Εἰπὲ δὲ ἡμῖν, δέσποινα, τί ἐβουλεύσω.
46 Ἡ δὲ βασίλισσα ἀποκριθεῖσα εἶπεν· Ἐὰν παραστῇ τῷ Χριστῷ, μετ' ὀλίγας ἡμέρας ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βαπτίσματος. Ἀπελθόντες οὖν ποιήσατε ἱκεσίαν καὶ αἰτήσασθε τάξαντες ἐν αὐτῇ ὅσα δἂν βούλησθε, καὶ ὅταν ἐξέλθῃ τὸ βρέφος ἐκ τοῦ τιμίου βαπτίσματος, ἐπίδοτε τὴν ἱκεσίαν τῷ βαστάζοντι αὐτό, ἐγὼ δὲ προδιδάσκω αὐτὸν τί ποιῆσαι, καὶ ἐλπίζω εἰς τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆσαι κατὰ τὸ θέλημα τῆς αὐτοῦ εὐσπλαγχνίας. Ἡμεῖς δὲ λαβόντες τοιαύτας συνταγάς, πολλὰ εὐλογήσαντες αὐτήν τε καὶ τὸ βρέφος, ἐξήλθαμεν καὶ