τε καὶ ἐπηρμένου καὶ τοῦ ἐν αὐτῷ καθημένου. γνῶθι τὰς χερουβικὰς καὶ σεραφικὰς πτέρυγας, τὴν τοῦ ἀριθμοῦ τελειότητα, τὴν συμβολικὴν τοῦ προσώπου συγκάλυψιν, τὴν ἐντεῦθεν περιστολὴν τῶν ποδῶν, τὴν μέσην καὶ ἐλευθέραν πτῆσιν. κλῦθι τῶν θείων φωνῶν· τρὶς γὰρ εἰρηκότα τὴν τοῦ ἁγίου φωνὴν εἰς μίαν τὰ διῃρημένα συνηρμόκασι κυριότητα, ἵν' ἐκεῖσε μὲν τὰς ὑποστάσεις δηλώσωσιν, ἐνταῦθα δὲ τὴν θεότητα. βούλει καὶ ἑτέραν ὀπτασίαν ἰδεῖν; ἰδέ μοι τὸν Παῦλον αἰρόμενον καὶ ἄχρι τρίτου ὑψούμενον οὐρανοῦ, εἶτ' ἐκεῖθεν εἰς τὸν παράδεισον μεταγόμενον καὶ θείων μὲν ῥημάτων ἀκούσαντα καὶ θεαμάτων παραδόξων καταπολαύσαντα, ἄρρητα δὲ πάντα φυλάξαντα καὶ ἀνέκφορα. ἀλλ' οὗτος μὲν ἴσως βάσκανος ἦν καὶ ἐφθόνησέ σοι τῶν οὐρανίων φωνῶν, ἡ δὲ ∆οσιθέα ἀφειδὴς καὶ φιλότιμος· διὰ ταῦτά σοι καὶ τοὺς μάρτυρας ἐκκαλύπτει, ἠκρωτηριασμένους ἴσως ἰδοῦσα καὶ στιγματίας, καὶ τοὺς ὁσίους παραδεικνύει σοι ἐκτετρυχωμένοις τοῖς ῥάκεσι, καὶ τὸν Πρόδρομον ὑπεμφαίνει σοι λάσιον ταῖς θριξὶ καὶ ἐκκεκαυμένον τὸ χρῶμα. οὐκ οἶδα πότερόν σοι ἀναισθησίαν ἢ ἀσέβειαν ἐγκαλέσαιμι. εἰ δὲ πᾶσαν ὅρασιν ἀδιαφόρως δέχῃ, τί μὴ καὶ τοῦ Τρισμεγίστου Ἑρμοῦ, ἣν ὁ Ποιμάνδρης-δαίμων δὲ οὗτος-τούτῳ παρέδειξε; κἀκεῖνα γὰρ φοβερὰ καὶ παράδοξα τὰ ὁράματα, ἀχλὺς καὶ ζόφος βαθὺς καὶ φῶς ἐκφαινόμενον καὶ πατὴρ καὶ υἱὸς δεικνύμενοι καὶ θεολογούμενοι. τί μὴ καὶ τὸν Ἐμπεδοτίμου μετεωρισμόν, ὃν ἕτερος δαίμων τούτῳ πεφιλοτίμηται, δι' οὗ τὴν τῶν ψυχῶν μυεῖται ἀθανασίαν; δέδοικα μὴ καὶ τὴν σὴν ∆οσιθέαν Ἐρωτύχην ἢ Κασόθαν ἢ Ἔπτακις ἢ εἴ τις ἄλλος δαίμων ἀπατηλὸς παρακρουσάμενος ἢ δελεάσας ἐπὶ τὰς ἀτόπους ταύτας ὁράσεις μετήγαγεν· ὃς δὴ καὶ τῇ σῇ βασκαίνων ψυχῇ, ἵνα μὴ λέγω ἐμπαράσκευον αὐτὴν εὑρηκώς, τὰς τῆς ἀσεβείας παραφυάδας ἀναδενδράδας ἐν ταύτῃ πεποίηκε, πρῶτόν γε ταύτας τοῖς σοῖς διδασκάλοις νοθεύσας τε καὶ παραρριζώσας καὶ συνεγκεντρίσας αὐτοῖς ὡς τοῦ λόγου δογματισταῖς. Ἀλλ' ἀπωμόσαντο, φησίν, τὰς δόξας, αἷς συνεφθάρησαν. πηνίκα, ὦ βέλτιστε, καὶ πῶς τοῦτο πεποιημένοι; ἆρά γε πρὸ τῶν εὐθυνῶν; πρὸ τῆς εἰσαγωγῆς; πρὸ τῆς πανδήμου καὶ κοινῆς ἐξετάσεως; ἐπὶ τῆς τῶν λόγων κρίσεως τὸ ὑλικὸν πνεῦμα φωράσαντες καὶ τὸ εἶδος διαπτύσαντες τῆς ἐμπνεύσεως; εἰ μὲν γὰρ τὰ ἐκείνων παραβαλόντες τοῖς ἡμετέροις γνώμοσι, τὴν βδελυρὰν τελετὴν τῷ μυστηρίῳ τοῦ λόγου, τὴν βάκχην τοῖς αὐτόπταις τῶν ἀρρήτων καὶ κήρυξι, τὴν ἐκείνης ἀσχήμονα κίνησιν τοῖς σώφροσιν ἡμῶν σχήμασι καὶ κινήμασι, τὴν τοῦ δαίμονος εἰσφθορὰν τῇ καθόδῳ τοῦ ἡγεμονικοῦ πνεύματος, τοὺς λόγους τοῖς λόγοις, τοῖς καθεστηκόσι τοὺς μεμηνότας· εἰ οὕτω ταῦτα πρὸς ἄλληλα μετ' ἐπιστημονικῆς παραμετρήσαντες κρίσεως, ἔπειτα τὸ παραλλάττον πρὸς τοὺς νενομισμένους κανόνας ἐφευρηκότες τῶν πραττομένων ὡς ἀτόπων κατεψηφίσαντο καὶ τοῖς τῶν δογμάτων μυσταγωγοῖς δημοσιεύσαντες τὴν ὑπόνοιαν τὴν πρὸς τὸν λόγον διχόνοιαν ἠτιμάκασι, τότ' ἂν ἐδεξάμην αὐτῶν τὴν τῶν ἐγνωσμένων ἀποψήφισιν καὶ μετὰ τῶν κατηχουμένων ἠρίθμησα, ἔπειτα δὲ καὶ τῇ τελειότητι τῶν μυστηρίων προσήνεγκα. εἰ δὲ ἐπ' αὐτοῖς τοῖς δεινοῖς, τῶν λογιστῶν ἐφεστηκότων, τῶν δικαστῶν πικρῶς τὰς ὑπολήψεις ἐξεταζόντων, τοῦ γραμματέως τὰς ἐγγράφους δόξας κηρύττοντος, τῶν τὰς φωνὰς ἀποσημαινομένων τῆς Θέμιδος πικρῶς καταψηφιζομένων τῆς θεσμοθέτιδος, μονονοὺ τῶν κολαστῶν τὰ ξίφη θηγόντων, καὶ παντὸς εἴδους ὑποσημαινομένου κινδύνων, περὶ ὧν ἐδόξαζον, ἠμφισβήτησαν, πότερον ἀκριβῆ κρίσιν τὸ πρᾶγμα ἡγήσομαι ἤ, ὅπερ ἐστίν, ὑπονενοημένην ὑπόκρισιν, καὶ γνώμης ἀκρίβειαν ἢ ἀνάγκης ἐπίδειξιν; οἱ γὰρ θεοφόροις ἀνδράσι διαπιστήσαντες ἐν περιόδοις ἡλίου πολλαῖς καὶ ἐπὶ τοῦ πατριαρχικοῦ θεμελίου τὰ ἑαυτῶν ἐμπεδώσαντες οὕτως ἐν βραχεῖ πρὸς ὀλίγους τοὺς συνεξητακότας τὰς οἰκοδομὰς τῶν δογμάτων