πάντων καταλαβοῦσα, ὅταν πρὸς νύκτα πέφθακα τῶν θείων μυστηρίων, θερμῶς ἀναζητήσασα τὸν λόγον καὶ νυμφίον οὐχ εὗρον τοῦτον οὐδαμῶς ἐκεῖσε πεφυκότα· καὶ πάλιν τοῦτον κέκληκα, πλὴν οὐχ ὑπήκουσέ μου. ὡς ἀληθῶς ἐκτραγῳδεῖ τοὺς λόγους ἡ παρθένος. ψυχὴ γὰρ πᾶσα καθαρά, κἂν πρὸς ἀγγέλους φθάσῃ καὶ τῶν ἀδύτων ἔσωθεν εἰσέλθῃ τῶν ἀρρήτων, μὴ νομιζέτω κατιδεῖν τὴν θεϊκὴν οὐσίαν. Ἐπεὶ γοῦν ὡς ἐζήτησεν οὐχ εὗρε τὸν νυμφίον, ἀκούσωμεν τί βούλεται. φησὶ γὰρ οὕτω πάλιν· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν [3, 2]. Ἐξαναστήσομαι, φησί, καὶ ψηλαφήσω τοῦτον καὶ πᾶσαν ὑπερκόσμιον περικυκλώσω φύσιν, ἣν πόλιν ἐπωνόμασεν ὁ λόγος τῶν Ἀισμάτων, καθώσπερ εἶπεν ἀγορὰν τὰς ἄνω πανηγύρεις. ὡς γοῦν ἀνέστην δή, φησίν, εἰς ζήτησιν ἐκείνου καὶ τῷ σκοπῷ καὶ λογισμῷ τὰς τῶν ἀγγέλων φύσεις ἁπάσας ἐξηρεύνησα μετὰ πολλοῦ τοῦ πόνου, ἐλπίζουσα καταλαβεῖν αὐτὸν ἐν τοῖς ἀγγέλοις- ὡς ἐψηλάφουν τοιγαροῦν αὐτὸν ἐν τοῖς ἀγγέλοις, ὅπως ἂν μάθω τίς ἐστι καὶ ποδαπὸς τυγχάνει καὶ πόθεν ἔχει τὴν ἀρχὴν καὶ τίνι καταλήγει, οἱ φύλακες τῆς πόλεως, Σιὼν τῆς ἀνωτάτω, περινοστοῦσαν εἶδόν με τὴν πόλιν καὶ ζητοῦσαν. Φησὶ γὰρ οὕτω καθεξῆς ὥσπερ ἀφηγουμένη· εὕροσαν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει [3, 3]. Εἶτα, φησίν, ἠρώτησα πρὸς τοὺς ἀγγέλους τάδε· μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; [3, 3]. Ἤλπιζον γὰρ ὡς ἀληθῶς κἂν τοῖς ἀγγέλοις εἶναι καταληπτὸν καὶ προσιτὸν τὸν λόγον καὶ νυμφίον· ἐπεὶ δὲ τούτους ἔγνωκα μηδὲν ἐπισταμένους, παρῆλθον αὖθις ἀπ' αὐτῶν, φησίν, ἐξαποροῦσα. ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου [3, 4]. Ὡς γοῦν παρῆλθον δή, φησί, μικρὸν ἐκ τῶν ἀγγέλων, πιστεύσασα τῷ λογισμῷ τὴν ἀκαταληψίαν τοῦ παντοκράτορος Χριστοῦ καὶ θεανθρώπου λόγου, εὗρον αὐτὸν ὡς ἀληθῶς ἐν τοῖς ἀκαταλήπτοις. ἡ φύσις γὰρ ἡ θεϊκὴ τοῦ λόγου καὶ νυμφίου τῷ μὴ καταλαμβάνεσθαι καταληπτὴ τυγχάνει. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με [3, 4]. Ἐπείπερ ἀκατάληπτον, φησίν, αὐτὸν ἐφεῦρον, ἔνδον αὐτὸν ἐκράτησα καὶ μέσον τῆς καρδίας καὶ τῷ πατρὶ συνάναρχον ἐγνώρισα τυγχάνειν. ἡμεῖς γὰρ οἶκοι καὶ ναοὶ καὶ μάλιστα ταμεῖα τοῦ πνεύματος τυγχάνομεν, κατὰ τὸν μέγαν Παῦλον, τοῦ καὶ γεννήσαντος ἡμᾶς καὶ τρέφοντος ὡς οἶδεν. Ἀλλὰ τὴν κρείττω προκοπὴν ἡ νύμφη ψηλαφῶσα πάλιν αὐτοὺς ἐκδυσωπεῖ, φησὶ γὰρ τούτοις τάδε· ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ [3, 5]. Τοῦ λόγου τούτου φθάσαντες εἴπομεν τὰς ἐμφάσεις· λόγους λοιπὸν ὡς δυνατὸν τοὺς ἐφεξῆς σκεπτέον. τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένου σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; [3, 6]. Ταῦτα μὲν λέγουσιν ἁπλῶς οἱ φίλοι πρὸς τοὺς φίλους, ὁ τῶν ῥημάτων δὲ σκοπὸς οὗτός ἐστιν, ὡς οἶμαι. ἡ νύμφη μὲν καὶ πρότερον ταῖς ἀρεταῖς ὑψώθη, τῇ πίστει, τῇ πραότητι καὶ τῇ δικαιοσύνῃ· ἐπεὶ δὲ καὶ πρὸς ἀρετῆς ἄλλο μετέβη σχῆμα, νηστείας ἀγρυπνίας τε καὶ προσευχῆς παννύχου, καὶ τὴν μορφὴν ἠλλάξατο ταῖς ἄγαν χαμευνίαις, οἱ φίλοι κατεπλάγησαν τῆς προκοπῆς τῆς νύμφης καί πως ὑποκρινόμενοι δῆθεν ὡς ἀγνοοῦντες, περὶ τῆς νύμφης θέλουσιν ἐπερωτᾶν ἀλλήλους, τίς αὕτη, λέγοντες, ἐστίν, ἥτις ἐκ τῆς ἐρήμου πρὸς οὐρανοὺς ἀνέδραμεν ὥσπερ καπνοῦ στελέχη, σμύρνης ὀσμὴν ἐκπέμπουσα καὶ θαυμαστοῦ λιβάνου; ψυχὴ γὰρ πᾶσα θέλουσα λίβανον τελεσθῆναι, ἤγουν τερπνὸν θυμίαμα τῷ βασιλεῖ τῶν ὅλων, ἂν μὴ νεκρώσῃ πρότερον πάντα τὰ μέλη ταύτης καὶ