14
ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος 39 καὶ σκιὰ θανάτου. πρὸς μὲν ῥητὸν μὴ καταλαμφθῆναι ὑπὸ σελήνης ἢ ἀστέρων τὴν νύκτα ἐξαιτεῖ, ἀλλὰ βαθεῖ κατασχεθῆναι σκότῳ, ὃ δὴ καὶ σκιὰν θανάτου καλεῖ. πρὸς δὲ διάνοιαν τὴν ἁμαρτίαν ἐπεύχεται ἐν τῇ ἰδίᾳ κακίᾳ φαίνεσθαι, ἵνα μὴ ἰσχύσῃ ὑποκρίνεσθαι ἀρετήν, ἀλλὰ γνωριζομένη, ὅτι ζοφώδης ἐστὶ καὶ θανατηφόρος, φευκτὴ γένηται καὶ ἀποτρόπαιος. 3, 56 ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος. γνόφος νεφώδης ἀχλύς. πρὸς μὲν οὖν ῥητὸν εὔχεται ἀφεγγῆ γενέσθαι τήν τε ἡμέραν αὐτοῦ τῆς γεννήσεως καὶ τὴν νύκτα. πρὸς δὲ διάνοιαν ἐξαιτεῖ τὴν ἁμαρτίαν φαίνεσθαι, ὥσπερ καὶ ἔστιν, ἵνα μὴ ὁ Σατανᾶς ὡς ἄγγελος φωτὸς ὑποκρινόμενος δείξῃ τὰ φαῦλα ὡς ἀγαθά, ἀλλ' ἵνα γνωριζόμενα, ὅτι εἰσὶ φαῦλα καὶ σκότους αἴτια, φευκτὰ πᾶσι γένωνται. 3, 6 μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν. πρὸς μὲν ῥητόν· ἐξαφανισθείη, φησίν, ἡ ἡμέρα τῆς γεννήσεώς μου συστελλομένου τοῦ ἐνιαυσιαίου κύκλου. πρὸς δὲ διάνοιαν μηδὲ μνήμην εὔχεται γενέσθαι τῆς ἁμαρτίας, διὸ καί φησιν· 3, 7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη. ἀντὶ τοῦ· γνωσθήτω, ὅτι φαύλη ἐστίν, καὶ διὰ τοῦτο μισείσθω ὡς φαύλη καὶ ὀδύνης αἰτία. 40 3, 7 καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή. ἀλλὰ μηδὲ ἔλθοι, φησίν, εἰς τὸν καιρὸν τῆς ἐμῆς γεννήσεως εὐφροσύνη τις ἢ χαρμοσύνη. πρὸς δὲ διάνοιαν· μηδείς, φησίν, ἐπιτερφθείη τῇ ἁμαρτίᾳ, μηδεὶς ὡς χαρᾶς αἰτίαν ταύτην ἐργάσαιτο. ὁ μὲν οὖν, ὡς ἔφην, κατὰ πράγματος ἀνυποστάτου ῥίπτειν δοκεῖ τῆς ἀθυμίας τοὺς λόγους, προφητικῶς δὲ τὴν πατροπαράδοτον ἁμαρτίαν καταρᾶται αἰτῶν αὐτὴν ἐξαφανισθῆναι. διὸ καὶ εἰς ἔργον ἐξέβη τὰ ῥήματα, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ταύτην ἐξαφανίσαντος. 3, 8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. σαφῶς ἐνταῦθα τὴν προφητείαν ἀπεκάλυψεν· οὐ γὰρ περὶ αἰσθητοῦ κήτους λέγει, ἀλλὰ περὶ τοῦ νοητοῦ δράκοντος, τοῦ διαβόλου, ὃν ἰσχυρὸν ὄντα καὶ μέγα κῆτος δήσας ὁ ἰσχυρότερος, ὡς ἐν εὐαγγελίοις ἠκούσαμεν, διήρπασεν αὐτοῦ τὰ σκεύη, τουτέστιν· τοὺς αἰχμαλωτισθέντας ἀνθρώπους ὑπ' αὐτοῦ. τίς οὖν ἕτερος τὴν ἁμαρτίαν κατηράσατο καὶ ἐξηφάνισεν ἐν ἑαυτῷ, τίς δὲ τὸ νοητὸν ἐχειρώσατο κῆτος, ἀλλ' ἢ ὁ δι' ἡμᾶς ἄνθρωπος γενέσθαι καταδεξάμενος τοῦ θεοῦ λόγος; ὃς ἐν τύπῳ τῆς ἁμαρτίας τὴν συκῆν κατηράσατο, ὡς ἐδιδάχθημεν ἐν εὐαγγελίοις. ὅτι γὰρ οὐ περὶ αἰσθητοῦ τινός φησι κήτους, ἠκούσαμεν ἐν ταῖς Καθολικαῖς· πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ. εἰ δὲ ἄνθρωπος καὶ τὰ θηρία καὶ τὰ ἐνάλια κήτη καὶ ἐχειρώσατο καὶ χειροῦται, πῶς περὶ θεοῦ ἔλεγεν ἡ γραφὴ ὡς μήπω μὲν 41 χειρωσαμένου τὸ ἐνάλιον κῆτος, μέλλοντος δὲ αὐτοῦ κρατήσειν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; τί δὲ καὶ μέγα θεῷ τὸ κήτους ἐναλίου κρατῆσαι; εὔδηλον οὖν, ὡς περὶ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ταῦτα τῷ δικαίῳ λέλεκται. 3, 9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα. πρὸς μὲν ῥητόν· μὴ δώσῃ, φησίν, τὸ οἰκεῖον φέγγος, ἀντὶ τοῦ· μὴ λάμψωσι τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης. ἄστρα δὲ κυρίως τὰ ἐκ πολλῶν ἀστέρων συγκείμενα ὥσπερ ἡ Πλειὰς καὶ ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ καθεῖς. ἀλλὰ μηδὲ ὑπομείναι, φησίν, ἀντὶ τοῦ· μὴ ἐμμείνοι φαίνοντα μηδὲ τὸν οἰκεῖον ἐκτελοῦντα δρόμον, ἀλλὰ μηδὲ διαδέξηται τὴν νύκτα ἐκείνην φῶς. ἑωσφόρον γὰρ ἀνατέλλοντα ἢ τὸν ἐωθινὸν ἀστέρα φησὶν ἢ τὸν ἥλιον ὡς τὴν ἕω φέροντα. πρὸς δὲ διάνοιαν· τῆς ἁμαρτίας, φησίν, ἣν δὴ νύκτα καλεῖ, αἱ δοκοῦσαι τερπνότητες καὶ τὰ κάλλη ἐξαφανισθείησαν, καὶ μὴ νικήσοι τὰ πονηρὰ τὴν ἀρετήν ποτε. τοῦτο γὰρ λέγει τὸ εἰς φωτισμὸν μὴ ἔλθοι ἀντὶ τοῦ· γνωσθείησαν αἱ τῆς ἁμαρτίας τερπνότητες, ὅτι σκότος εἰσί, καὶ μὴ ἰσχυσάτωσαν ἀπατῆσαι μηδὲ πλάσασθαι, ὅτι ἔχουσί τι ἀγαθόν. τὸ δὲ καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα οὐκ εὐκτικῶς φησιν, ἀλλ' αὐτὸ τὸ ὂν ἀπαγγέλλει· οὐ γὰρ