οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν 220 παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὔα. Λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λαλεῖ, † ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι καὶ παράβασιν εἶναι ἔνθα ἔστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ. Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον, ἕτερον δὲ νόμον παρὰ τοῦτόν φησιν εἶναι ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ ὅρα μήποτε οὗτος ἀληθῶς ἐστιν ὀργὴν κατεργα|ζόμενος καὶ οὗ οὐκ ἔστιν οὗτος ὁ νόμος, ἐκεῖ οὐδὲ παράβασις ἔστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσιν κληρονόμοι δι' ὃν λέγεται· «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις» *** τοῖς ἐκ περιτομῆς ἐπαιρομένοις κατὰ τῶν πισ τευόντων ἐν ἀκροβυστίᾳ μεγάλα περὶ αὑτῶν φρονοῦσιν ταῦτα γράφει ὁ Παῦλος, | ἀπατηθεῖσιν διά τινων προφητικῶν ῥητῶν ἃ μὴ νενοήκασιν, ὁποῖόν ἐστιν καὶ τὸ ἐν τῷ Ἰερεμίᾳ οὕτως ἔχον· «Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον καὶ ἡ γῆ ταπεινωθῇ κάτω, κἀγὼ οὐκ ἀποδοκιμάσω τὸ γένος Ἰσραὴλ περὶ πάντων ὧν ἐποίησαν» *** ἀλλὰ τοῦτο μᾶλλον τὸ 204 μὴ ὑφεστηκέναι τὴν παράβασιν ἔνθα | οὐκ ἔστιν νόμος *** οὕτως οὐδὲ κατη γορητέον τοῦ νόμου ὀργὴν κατεργαζομένου τοῖς παρανόμοις, οὐδὲ αἰτιατέον αὐτὸν εἰ συνυπέστη αὐτῷ ἡ τῆς παραβάσεως ἔννοια φθάνουσα ἐπὶ τοὺς μὴ τηρήσαντας αὐτόν *** Φήσει γὰρ ὅτι οὗτος ὁ φυσικῶς ἡμῖν ἐγγεγραμμένος νόμος καὶ ἐν πλαξὶν καρδί‖αις σαρκίναις ὑπὸ τοῦ Θεοῦ ἐντετυπωμένος ὀργὴν κατήργαστο τῷ Κάϊν καὶ τοῖς ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ καὶ τῷ ·[··] καὶ τοῖς Σοδομίταις, καὶ ἐπείπερ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, παράβασις δὲ ἦν ἐν τούτοις, νόμος ἄρα ἦν ἐν αὐτοῖς ἀλλ' οὐ|χ ὁ Μωσέως ἀλλ' ὁ πρεσβύτερος τοῦ Μωσέως καὶ ἐγγεγραμμένος οὐκ ἐν πλαξὶν λιθί ναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις *** [Rom. 4, 16-17] Τὰ δὲ περὶ τοῦ Ἀβραὰμ φερόμενα ἐξ ἀποκρύφων ὡς ἄρα ἀπὸ φυσικῶν ἐννοιῶν κινηθεὶς ἐπίστευσεν τῷ Θεῷ ἀντιλέγεται καὶ μάλιστα ὑπὸ τῶν μ̣α̣ρτυρουμένων τὰς τοιαύτας βίβλους ὡς πεπλανημένας | *** Οἶμαι δὲ ὅτι [ὥσπερ] τὸ εἶναι οὐδὲ ἐπινοεῖται κατὰ μισθὸν ἡμῖν δεδόσθαι ὑπὸ Θεοῦ (ὅλον γάρ ἐστιν σαφῶς χάρις τοῦ ἡμᾶς οὐσιώσαντος καὶ μάλιστα λογικοὺς ποιήσαντος), οὕτως καὶ τὸ καλῶς ε̣ἰ῀̣ν̣α̣ι̣ καὶ τυγχάνειν κληρονομίας Θεοῦ καὶ ἐπαγγελίας οὐδαμῶς ἐστιν μισθὸς καὶ αὐτὸ δὲ ὅλον χαρίς, ἐν ἐκείνῳ ἀπο|λειπομένου τοῦ ἐκεῖ μὲν μηδὲν αἴτιον γεγονέναι τοῦ ἡμᾶς ὑφεστάναι ἐνταῦθα δὲ τῷ πιστεύειν Θεῷ μόνον *** ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατείλεκται καὶ ἡ πίστις· 206 φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα· «Ἄλλῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι». Ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι «ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πισ τεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». Οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν καὶ ταύτην ὁμολογοῦντες ἤδη ἔχειν δεόμενοι δὲ τῆς κατὰ χάριν Θεοῦ φασιν τῷ Σωτῆρι· «Πρόσθες ἡμῖν πίστιν» *** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται *** διὸ πάντα τὰ περὶ τὸν | σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν' οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ *** ἕτερον τοῦ εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται· «Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ | καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ