θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλείᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ' ἐκείνῳ κινδύνου, διὰ τοῦ ἐνέδρᾳ τινὶ ἀποκτεῖναι τὸν στρατηγὸν καὶ τοὺς ὑπ' αὐτῷ πολεμίους· ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας ὡς οὐκ αἰχμάλωτος ἁλοὺς ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως. οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκεν τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὗτος γὰρ ὡς φησὶν ἡ γραφὴ κατήργηε τὸν τὸ κράτο ἔχοντα τοῦ θανάτου, τοῦτ' ἐτὶν τὸν διάβολον, καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον ῥυόμενος τοὺς ὑπ' αὐτοῦ κεκρατημένους καὶ ἀντ' ἐκείνων ἑαυτὸν προδιδούς, ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήῃ τὸν θάνατον. 31 vi 12-14 μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ἀνωτέρω μὲν εἶπεν ἵνα ὥπερ ἐβαίλευεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, νυνὶ δὲ οὐκ εἶπεν τοῦτο ἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆ αρκὸ ἔχθρα εἰ θεόν, καὶ πάλιν τὸ φρόνημα τῆ αρκὸ θάνατο. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα αρκό ἐστιν ἅπερ ὁ ἀπόστολος φανερὰ ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέει ἐδίδαξεν ὅτι καὶ αὗται αρκό εἰσιν ἔργον, ἀπολύων ἡμᾶς περισπασμοῦ, ἵνα μὴ νομί ζωμεν τινὰ μὲν εἶναι ἔργα αρκό, τινὰ δὲ ἁμαρτήματα οὐ αρκὸ μὲν ἤτοι δὲ ψυχῆς ἢ νοῦ. ἀλλ' ἐπάν τις ζητῇ πῶς καὶ αἱρέει ἐν τοῖς ἔργοι τῆ αρκό εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν ὅτι αἱρέει γίνονται ἀπὸ τοῦ νοῦ τῆ αρκό, περὶ οὗ φησί που ὁ Παῦλος εἰκῆ ἐμβατεύων καὶ φυιούμενο ὑπὸ τοῦ νοὸ τῆ αρκὸ αὐτοῦ καὶ οὐ κρατῶν τὴν κεφαλήν. τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ άρκε· οὐ μὴ γάρ φησι καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖ ἀνθρώποι τούτοι εἰ τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺ άρκα. καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ' ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ ἢ δι' ἀρετὴν πνεῦμα· ὅτε γὰρ κολλᾶται τῇ πόρνῃ γίνεται εἰ άρκα μίαν πρὸς αὐτήν, ὁ δὲ κολλώμενο τῷ κυρίῳ ἓν πνεῦμά ἐτιν. καὶ ἤδη τοῦτο εἴρηκεν, οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντι διαστολὴν λήψονται λέγεσθαι ἑτέρων οἳ ἔζησαν μὲν τῷ θεῷ οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δέ φαμεν μήποτε ἀδυνατόν ἐστιν ζῇν μὲν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ <...> ἐπείπερ εἶδεν τὴν Χριτοῦ ἡμέραν καὶ ἐχάρη· εἴτε Μωσῆς ἔζησεν τῷ θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν, ὅστις γε καὶ μείζονα πλοῦτον ἡγήατο τῶν Αἰγύπτου θηαυρῶν τὸν ὀνειδιμὸν τοῦ Χριτοῦ· ἀλλὰ καὶ οἱ ἐπιθυμήαντε πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ὃ εἶδον οἱ ἀπόστολοι καὶ ἀκοῦαι ὧν ἤκουαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῇν τῷ θεῷ. ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο δὲ λέγοιτ' ἄν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ· ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντο πνεύματο καὶ τὰ βάθη τοῦ θεοῦ φωτισθεὶς εὕρῃ τινὰς χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται ὅτι οὐκ εἴ τις ζῇ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ οὗτος ἤδη πάντως νεκρός ἐστιν τῇ ἁμαρτίᾳ· ἐὰν δὲ πάντε ἥμαρτον διὰ τὸ ὑπὲρ πάντων ἀπέθανεν, δῆλον ὅτι πᾶς ζῶν ἐν Χριστῷ Ἰησοῦ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησεν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἂν ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῇν τινὰς τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νεκροὺς εἶναι τῇ