κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας, σκέψαι εἰ μὴ βιάσεται οὕτως τὴν φράσιν ἀποκαταστάς· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλα βέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα ἀπὸ τοῦ ἵνα ἐξισχύσητε ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι. ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν, δηλονότι ἐξ ὅλη ψυχῆ καὶ ἐξ ὅλη καρδία καὶ ἐξ ὅλη ἰχύο καὶ ἐξ ὅλη διανοία, καὶ τῇ πρὸς τὸν πληίον κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ τεθεμελίωνται ἐν ἀγάπῃ· ἔφη δὲ ὁ αὐτὸς Παῦλος Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐτε. ἔργον δὲ ἰδεῖν ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ ταῦτα πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι' οὗ ἀναβὰ εἰ ὕψο ᾐχμαλώτευεν αἰχμαλωίαν, καὶ κατέβη εἰ τὰ κατώτατα τῆ γῆ, εἶχεν γὰρ καὶ ὕψος καὶ βάθος· καὶ εἰ πᾶαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριτῷ γε υνεταυρωμένο καὶ συνεκτεινόμενος αὐτῷ καταλαμβάνει τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναταί τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλ<λ>όντως ἀγαπωμένης γνώσεως. 16 Eph. iv3 [ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.] [Ὠριγένης φησί] τηρεῖ τὴν ἑνότητα τοῦ πνεύματος ὁ κατηρτιμένο τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ τῆς Ἀληθείας καὶ τοῦ Λόγου καὶ τῆς Σοφίας πρὸς τὸν πλησίον. ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντε, καὶ διὰ τοῦτο μὴ ᾖ ἐν ἡμῖν χίματα, οὐ σπουδά ζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος διακόπτομεν αὐτὴν εἰς πλείονα. εἰ μέντοιγε ὁ Θεὸς δίδωσι διαιρέει χαριμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ πνεῦμα· καὶ εἰ χαρίζεται διαιρέει διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν κύριον· καὶ εἰ δωρεῖται διαιρέει ἐνεργημάτων, ἀλλ' ὁ αὐτὸ μένει Θεὸ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τοῦ πνεύματος καὶ δεομένοις τηρεῖν ταύτην λέγεται ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος· τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ πνεύματος λέγοιτο <ἂν> «σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ πνεύματος» ἢ «ποιεῖν τὰ τῆς ἑνότητος τοῦ πνεύ ματος.» τηρεῖται δὲ ἡ ἑνότης τοῦ πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ πνεῦμα ἑνουμένους καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ. 17 Eph. iv5, 6 [εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.] [Ὠριγένης δέ φησι] διὰ τοὺς συγχέοντας πατέρα καὶ υἱὸν τὸ μὲν κύριος τέτακται ἐπὶ τοῦ υἱοῦ τὸ δὲ εἷς θεὸς ἐπὶ τοῦ πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ ἓν βάπτισμα. πάντων δέ ἐστιν ὁ Θεὸς καὶ πατήρ, τῷ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ πατήρ, τινῶν δὲ Θεὸς καὶ πατήρ, ὡς εἴ τις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους, ὧν οἱ μὲν πέντε τοῦδέ τινος υἱοί εἰσιν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν «οὗτος τῶν δέκα κύριός ἐστι καὶ πατήρ.» πρὸς τούτοις ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς ἐπὶ καὶ τῆς διὰ καὶ τῆς ἐν. καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τόπῳ ὁ ἥλιος ἐπὶ πάντων ἐστι φέρ' εἰπεῖν τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτο ἂν εἶναι διὰ πάντων, εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου