ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνει τὸ «ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν», ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι' ἁμαρτίας λεγόντων· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου», γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· «ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν». τίνα δὲ τρόπον εὐκτέον, ἐδίδαξεν ὁ ἀπόστολος λέγων· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωςεὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύοντος τοῦ ῥητοῦ· «ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι». τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ' οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, <μὴ> μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμενος. διό φησιν ἐν προφήταις· «ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;» 69 Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίον ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται. Fragmenta in Jeremiam 70.1 to Fragmenta in Jeremiam Τῷ λαῷ συμπάσχων Βαροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν. διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ «ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν» καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομὰς ὡς ἀρχιτέκτων «τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν αὐτὸς καὶ οὐκ ἄνθρωπος», περὶ ἧς φησιν ὁ Παῦλος· «θεοῦ οἰκοδομή ἐστε». καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν («πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται»), καταφυτεύει «ἄμπελον καρπο- φόρον», οὐ κατὰ τὴν «εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν», ἣν ἐκκόπτει ἵνα πάλιν αὐτὴν «ἀληθινὴν» ἀπεργάσηται καὶ «θεοῦ γεώργιον». οὕτω «τῆς ἐξ Αἰγύπτου» «καθεῖλε τὸν φραγμὸν» κατὰ τὸν ∆αβίδ, ὑπὲρ ἧς εὔχεται· «ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην». καὶ οὗτοι τοίνυν ἐπ' ὠφελείᾳ παιδεύονται· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει». «τίς» γάρ «ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται». διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα. 71 Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· «ψυχαὶ» γὰρ «δικαίων ἐν χειρὶ θεοῦ», αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.