τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. Νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. Ἀρκέσει δὲ καὶ ταῦτα πεπλεο νασμένα εἰς τὸ Ἀφωρισμένος. 26.1ν Περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά, καὶ ὅτι ἐν προαιρετικοῖς ταῦτα καὶ ἐν ἀπροαιρέτῳ, καὶ κατὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ἀλλ' οὐχ ὡς Ἀριστοτέλης οἴεται. Ἐκ τοῦ τόμου τοῦ εἰς τὸν δʹ ψαλμόν, εἰς τό· «Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά, ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸν πόνον· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακά, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατ' αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύν των, καὶ ἅμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὸ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδι στάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφ' ᾧ ἀκούσεταί τις τό· «Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου»· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ὡς ὁ σωτήρ φησιν· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά.» Καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικὸς ὢν ἀγαθόν ἐστιν· ὡς «ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακρο θυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραΰτης καὶ ἐγκράτεια»· τὰ δὲ ἐναντία τούτοις κακά. Εἰ δὲ καὶ κατὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακόν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κἂν ᾖ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετά σαντες τάχα δείξομεν, ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μέν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δέ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δέ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἢ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν. 26.2 Οἰήσονται δέ τινες καὶ κατὰ τὰς γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία γένη τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακά, μετὰ τὰ ὁμολογούμενα καὶ ὑφ' ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ καὶ ταῖς κατ' αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς δῆθεν ἀποφαινομένοις ἀγαθὰ ἢ κακὰ τυγχάνειν. Καὶ περὶ μὲν ἀρετῶν καὶ κακιῶν τί δεῖ καὶ λέγειν; τῶν ἠθικῶν δογμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατ' αὐτὰς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία. ∆ιόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά. Σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν δείξουσι. Πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ καὶ Λευϊτικῷ καὶ ∆ευτερονομίῳ κειμένων, ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολάς, καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς· οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι καὶ ἡ νόσος κακόν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προσά γεσθαι· «Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προ στάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε.» Καὶ τὸ ἀπὸ τοῦ ∆ευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους,