πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώπιον, εἰς πρόσωπον θεοῦ· εἰς πρόσωπον γὰρ θεοῦ εἴρηται, οἷον ὡς ἐκ προσώπου θεοῦ τὸ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. ἐπειδὴ γὰρ εἶπεν καθὼς γέγραπται, μὴ προσθείς, ποῦ γέγραπται ἢ πῶς, ἐπήγαγεν, εἰ καὶ ὑπερβάς, τὸ κατέναντι θεοῦ, τὸ ἀξιόπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν. καθὼς γέγραπται κατενώπιον θεοῦ, τοῦτ' ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου θεοῦ. ἀξιόπιστός ἐστι, φησίν, ἡ γραφή, ἀμετάπτωτος, βεβαία, θεός ἐστιν ἐν αὐτῇ εἰπών· πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. τὸ γοῦν ἐφεξῆς τῆς τοῦ λόγου συμφράσεως· καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ, ὅτι πατέρα πολλῶν ἐθνῶν καὶ ἑξῆς. Καλῶς φησιν· καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· λόγῳ γὰρ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καὶ ἅμα τῷ καλέσαι παράγει, ὥστε εἶναι. παρ' αὐτῷ δυνατὸν καὶ ῥᾷον, καὶ τὰ μὴ ὄντα ὡς ὄντα, καὶ ἔμπαλιν εἰ βουληθείη, καὶ τὰ ὄντα ὡς μὴ ὄντα καλεῖν. Rο+m4,18 Ὃς παρ' ἐλπίδα ἐπίστευσεν, ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσεν, πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατ' ἀνθρώπινον λογισμόν, μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι. Rο+m4,24-5,5 ∆είκνυσι τοὺς Ἰουδαίους στασιάζοντας πρὸς τὴν πίστιν, καὶ μὴ παραδεχομένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ πρὸς αὐτὸν 493 στασιάζειν τὸν πατέρα τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν. ἵνα γάρ, φησί, δικαιωθῶμεν ἡμεῖς, διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ ἀνέστη ἐκ τῶν νεκρῶν, ὑμεῖς δὲ οὐ προσδεχόμενοι αὐτόν, καὶ τῷ πατρὶ πολεμεῖτε τῷ ἀναστήσαντι αὐτόν. ἀλλ' οἱ δικαιωθέντες, φησίν, εἰρήνην ἔχωμεν πρὸς τὸν πατέρα, καταλύσωμεν τελείως τὸν πρὸς αὐτὸν πόλεμον. πῶς δὲ καταλύεται; διὰ τελείας καὶ ἀδιστάκτου πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· αὐτὸς γάρ ἐστι καὶ ὁ προσάγων ἡμᾶς αὐτῷ τῷ πατρί. Εἰς τὴν χάριν ταύτην. δεικτικῶς εἶπε τὸ μέγεθος τῶν ἐμπεριεχομένων τῇ χάριτι καὶ τὸ πλῆθος δηλῶν, καὶ γὰρ αὐτὴ ἡ προσαγωγὴ μέγα καὶ θαυμάσιον, καὶ πρὸ τούτου ἡ τῶν ἁμαρτιῶν ἄφεσις, καὶ μετὰ ταῦτα ἡ τῶν οὐρανῶν ἐπηγγελμένη βασιλεία. ἐπὶ ποίᾳ πράξει; ἐπὶ ποίῳ κατορθώματι αὕτη ἡ χάρις ἐδόθη; ἐπὶ πίστει μόνῃ· μόνον γὰρ ἐπιστεύσαμεν, καὶ διὰ τοῦ βαπτίσματος πάντα ἡμῖν ταῦτα ἡ χάρις ἐχαρίσατο. ἢ οὕτως· ὥσπερ εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, οὕτω πάλιν καυχώμεθα καὶ ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι δι' αὐτῶν καὶ διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς εἰς τὴν αὐτὴν ἀκαταίσχυντον ἐπανατρέχομεν ἐλπίδα. Ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. ἢ ὅτι δοξάζεται ὁ θεός, ἢ ὅτι δοξάζει ἡμᾶς ὁ θεός· καὶ γὰρ δοξάζει ἡμᾶς ἀρρήτῳ καὶ ὑπερφυεῖ δόξῃ, δωρούμενος ἃ ἐπηγγείλατο, υἱοθεσίας καὶ βασιλείας οὐρανῶν ἀξιῶν, καὶ δοξάζεται καὶ αὐτός, εἰ καὶ μὴ κατ' ἀξίαν ἀλλ' ὅσον ἐστὶν ἀγγέλοις καὶ ἀνθρώποις δυνατόν, τοσαύτην φιλοτιμίαν περὶ τὸ ἀνθρώπινον ἐπιδεικνύμενος γένος, καὶ ταῦτα περαίνων καὶ εἰς ἔργον ἄγων ἃ μόνης ἐστὶ τῆς αὐτοῦ θειότητος καὶ φιλανθρωπίας ἐνδεικτικά. Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. πόθεν καυχώμεθα ἐν ταῖς θλίψεσιν; ὅτι ἐρῶμεν σφόδρα τοῦ θεοῦ· ἐραστὴς γὰρ ἅπας χαίρει καὶ σεμνύνεται, ἡνίκα πάσχει ὑπὲρ οὗ ἐρᾷ. ἀλλὰ πόθεν ὁ θεῖος ἔρως ἐκεῖνος ἐκκέχυται καὶ ὅλην ἐμπεριείληφε τὴν ἡμῶν καρδίαν; ἐκ τοῦ παναγίου πνεύματος τοῦ δοθέντος ἡμῖν, ὥστε τὸ ὅλον τῆς ἄνω χάριτος. ἀλλὰ καὶ χρεωστοῦμεν ὑπερερᾶν αὐτοῦ, κἄν τι δέοι παθεῖν, μὴ ἀφίστασθαι τοῦ πρὸς αὐτὸν ἔρωτος. διὰ τί; ὅτι αὐτὸς ἡμῶν ἠράσθη πρῶτος. καὶ τότε τίνων; ἐχθρῶν καὶ πολεμίων ὑπαρχόντων. εἶδες ὑπερβολήν, εἶδες πόσον τὸ χρέος. πρόσθες καὶ τὸ ἔτι μεῖζον· οὐκ ἠράσθη μόνον ἀλλὰ καὶ ἠτιμάσθη ὑπὲρ ἡμῶν καὶ ἐρραπίσθη καὶ ἐσταυρώθη καὶ ἐν νεκροῖς ἐλογίσθη. διὰ τούτων ἁπάντων τὸν περὶ ἡμᾶς αὐτοῦ παρέστησεν ἔρωτα. ὦ ἔρωτος ἀγγέλους καταπλήξαντος, ἀνθρώπους εἰς οὐρανοὺς ἀνυψώσαντος, καὶ δαιμόνων 494 τυραννίδα καταργήσαντος. τίς ἐραστὴν τοιοῦτον οὐ φιλεῖ; μᾶλλον δὲ τίς τί πράξας ἄξιον τοῦ τηλικούτου ἔρωτος ἐπιτελέσει, ἢ κἂν βραχὺ γοῦν τοῦ χρέους ἀποτίσει; κἂν