οὕτω τὸ παραγαγὸν πρὸς τὸ παραγαγόν, κατ' ἄλληλα ληφθέντα, τὸ δὲ πλείω δυνάμενον μείζονα δύναμιν ἔχει καὶ ὁλικωτέραν· τοῦτο δέ, ἐγγυτέρω τῆς πάντων αἰτίας· τὸ δὲ ἐγγυτέρω ταύτης μειζόνως ἐστὶν ἀγαθόν, εἴπερ αὕτη τὸ ἀγαθόν. τὸ ἄρα πλειόνων αἴτιον κατ' οὐσίαν κρεῖττον ὑπάρχει τοῦ ἐλάττονα παράγοντος. 61 Πᾶσα δύναμις ἀμέριστος μὲν οὖσα μείζων ἐστί, μεριζο μένη δὲ ἐλάττων. εἰ γὰρ μερίζεται, πρόεισιν εἰς πλῆθος· εἰ δὲ τοῦτο, πορρωτέρω γίνεται τοῦ ἑνός· εἰ δὲ τοῦτο, ἐλάττω δυνήσεται, τοῦ ἑνὸς καὶ τοῦ συνέχοντος αὐτὴν ἀφισταμένη· καὶ ἀτελής, εἴπερ τὸ ἑκάστου ἀγαθὸν ὑπάρχει κατὰ τὴν ἕνωσιν. 62 Πᾶν πλῆθος ἐγγυτέρω τοῦ ἑνὸς ὂν ποσῷ μέν ἐστι τῶν πορρωτέρω ἔλαττον, τῇ δυνάμει δὲ μεῖζον. ὅμοιον γὰρ τῷ ἑνὶ μᾶλλον τὸ ἐγγύτερον· τὸ δὲ ἓν πάντων ἦν ὑποστατικὸν ἀπληθύντως. τὸ ἄρα ὁμοιότερον αὐτῷ, πλειόνων αἴτιον ὑπάρχον, εἴπερ ἐκεῖνο πάντων, ἑνοειδέστερον ἔσται καὶ ἀμεριστότερον, εἴπερ ἐκεῖνο ἕν. ὡς μὲν οὖν ἑνὶ τὸ ἧττον πεπλη θυσμένον μᾶλλον συγγενές, ὡς δὲ πάντων αἰτίῳ τὸ πλειόνων παρακτικόν-τοῦτο δέ, δυνατώτερον. ἐκ δὴ τούτων φανερὸν ὅτι πλείους μὲν αἱ σωματικαὶ φύσεις τῶν ψυχῶν, πλείους δὲ αὗται τῶν νόων, οἱ δὲ νόες πλείους τῶν θείων ἑνάδων· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. 63 Πᾶν τὸ ἀμέθεκτον διττὰς ὑφίστησι τῶν μετεχομένων τὰς τάξεις, τὴν μὲν ἐν τοῖς ποτὲ μετέχουσι, τὴν δὲ ἐν τοῖς ἀεὶ καὶ συμφυῶς μετέχουσι. τῷ γὰρ ἀμεθέκτῳ τὸ ἀεὶ μετεχόμενον ὁμοιότερον ἢ τὸ ποτέ. πρὶν ἄρα ὑποστῇ τὸ ποτὲ μεθεκτόν, τὸ ἀεὶ μεθεκτὸν ὑποστή σεται, τῷ μὲν μετέχεσθαι τοῦ μετ' αὐτὸ μὴ διενεγκόν, τῷ δὲ ἀεὶ συγγενέστερον ὂν τῷ ἀμεθέκτῳ καὶ ὁμοιότερον. καὶ οὔτε μόνα ἔστι τὰ ποτὲ μετεχόμενα (πρὸ γὰρ τούτων τὰ ἀεὶ μετεχόμενα, δι' ὧν καὶ ταῦτα συνδεῖται κατά τινα πρόοδον εὔτακτον τοῖς ἀμεθέκτοις)· οὔτε μόνα τὰ ἀεὶ μετεχόμενα (καὶ γὰρ ταῦτα, δύναμιν ἔχοντα ἄσβεστον, εἴπερ ἀεὶ ἔστιν, ἄλλων ἐστὶν οἰστικὰ τῶν ποτὲ μετεχομένων· καὶ μέχρι τούτων ἡ ὕφεσις). ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ αἱ ἀπὸ τοῦ ἑνὸς ἑνώσεις ἐλλαμπό μεναι τοῖς οὖσιν αἱ μὲν ἀεὶ μετέχονται, αἱ δὲ ποτέ, καὶ αἱ νοεραὶ μεθέξεις διτταὶ ὡσαύτως, καὶ αἱ τῶν ψυχῶν ψυχώσεις, καὶ αἱ τῶν ἄλλων εἰδῶν ὁμοίως· καὶ γὰρ τὸ κάλλος καὶ ἡ ὁμοιότης καὶ ἡ στάσις καὶ ἡ ταυτότης, ἀμέθεκτα ὄντα, ὑπό τε τῶν ἀεὶ μετ εχόντων μετέχεται καὶ ὑπὸ τῶν ποτὲ δευτέρως κατὰ τὴν αὐτὴν τάξιν. 64 Πᾶσα ἀρχικὴ μονὰς διττὸν ὑφίστησιν ἀριθμόν, τὸν μὲν αὐτοτελῶν ὑποστάσεων, τὸν δὲ ἐλλάμψεων ἐν ἑτέροις τὴν ὑπόστασιν κεκτημένων. εἰ γὰρ καθ' ὕφεσιν ἡ πρόοδος διὰ τῶν οἰκείων τοῖς ὑποστα τικοῖς αἰτίοις, καὶ ἀπὸ τῶν παντελείων τὰ τέλεια καὶ διὰ τούτων μέσων τὰ ἀτελῆ πρόεισιν εὐτάκτως· ὥστε αἱ μὲν ἔσονται αὐτο τελεῖς ὑποστάσεις, αἱ δὲ ἀτελεῖς. καὶ αὗται μὲν γίνονται ἤδη τῶν μετεχόντων (ἀτελεῖς γὰρ οὖσαι δέονται τῶν ὑποκειμένων εἰς τὴν ἑαυτῶν ὕπαρξιν)· αἱ δὲ ἑαυτῶν ποιοῦσι τὰ μετέχοντα (τέλειαι γὰρ οὖσαι πληροῦσι μὲν ἑαυτῶν ἐκεῖνα καὶ ἑδράζουσιν ἐν ἑαυταῖς, δέονται δὲ οὐδὲν τῶν καταδεεστέρων εἰς τὴν ὑπό στασιν τὴν ἑαυτῶν). αἱ μὲν οὖν αὐτοτελεῖς ὑποστάσεις, διὰ τὴν εἰς πλῆθος διάκρισιν ἠλαττωμέναι τῆς ἀρχικῆς αὐτῶν μονάδος, διὰ τὴν αὐτοτελῆ ὕπαρξιν ὁμοιοῦνταί πῃ πρὸς ἐκείνην· αἱ δὲ ἀτελεῖς καὶ τῷ ἐν ἄλλοις εἶναι τῆς καθ' αὑτὴν ὑφεστώσης καὶ τῷ ἀτελεῖ τῆς πάντα τελειούσης ἀφεστήκασιν. αἱ δὲ πρόοδοι διὰ τῶν ὁμοίων ἄχρι τῶν πάντῃ ἀνομοίων. διττὸν ἄρα ὑφίστη σιν ἀριθμὸν ἑκάστη τῶν ἀρχικῶν μονάδων. ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ἑνάδες αἱ μὲν αὐτοτελεῖς ἀπὸ τοῦ ἑνὸς προῆλθον, αἱ δὲ ἐλλάμψεις ἑνώσεων· καὶ νόες οἱ μὲν οὐσίαι αὐτοτελεῖς, οἱ δὲ νοεραί τινες τελειότητες· καὶ ψυχαὶ αἱ μὲν ἑαυτῶν οὖσαι, αἱ δὲ τῶν ψυχουμένων, ὡς ἰνδάλματα μόνον οὖσαι ψυχῶν. καὶ οὕτως οὔτε πᾶσα ἕνωσις θεός, ἀλλ' ἡ αὐτοτελὴς ἑνάς, οὔτε πᾶσα νοερὰ ἰδιότης νοῦς, ἀλλ' ἡ οὐσιώδης μόνον, οὔτε πᾶσα ψυχῆς ἔλλαμψις ψυχή, ἀλλ' ἔστι καὶ τὰ εἴδωλα τῶν ψυχῶν. 65 Πᾶν τὸ ὁπωσοῦν ὑφεστὸς ἢ κατ' αἰτίαν ἔστιν ἀρχοειδῶς ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν εἰκονικῶς. ἢ γὰρ ἐν τῷ παράγοντι τὸ παραγόμενον ὁρᾶται, ὡς ἐν αἰτίᾳ προϋπάρχον, διότι πᾶν τὸ