1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

14

ἅπαντες, μέγεθος δὲ πρῶτοι τῶν ἐν γῇ, οἶμαι, κιό1.10.9 νων τῇ πάσῃ. στοὰν δὲ ποιοῦσιν οἱ κίονες ὄροφον ἐν θόλῳ ἑλίττουσαν, τὰ δὲ ἄνω τῆς στοᾶς ἅπαντα μαρμάρων μὲν κάλλει διακεκόσμηται τοῖς κίοσι τὸ εἶδος ἴσων, ἀγαλμάτων δὲ πλήθει ὑπεράνω ἑστώτων θαυμασίως ὡς ὑπογέγραπται. 1.10.10 Ταύτης δὲ τῆς ἀγορᾶς οὐ πολλῷ ἄποθεν τὰ βασιλέως οἰκία ἐστί, καὶ νέα μὲν τὰ βασίλεια σχεδόν τι πάντα, Ἰουστινιανῷ δέ, ᾗπέρ μοι εἴρηται, δεδημιούργηται βασιλεῖ, φράσαι δὲ αὐτὰ λόγῳ ἀμήχανά ἐστιν, ἀλλ' ἀποχρήσει μὲν τοὺς γενησομένους εἰδέναι ὅτι δὴ ἅπαντα τού1.10.11 του δὴ ἔργον τοῦ βασιλέως τυγχάνει ὄντα. ὥσπερ δέ φασι, τὸν λέοντα ἐξ ὄνυχος ἴσμεν, καὶ τούτων δὴ οὕτω τῶν βασιλείων τὴν δύναμιν ἐκ τοῦ προτεμενίσματος οἱ τάδε ἀναλεγόμενοι εἴσονται. τοιοῦτον δὲ τὸ προτεμέ1.10.12 νισμά ἐστιν ὃ καλοῦσι Χαλκῆν. ὄρθιοι τοῖχοι οὐρανομήκεις ἐν τετραγώνῳ ἑστᾶσι τέσσαρες, τὰ μὲν ἄλλα ἰσοστάσιοι ἀλλήλοις ὄντες, μήκει δὲ ἄμφω, ὅ τε πρὸς μεσημβρίαν τετραμμένος καὶ βορρᾶν ἄνεμον, τῶν ἑτέρων οὐ 1.10.13 παρὰ πολὺ ἀποδέοντες. προβέβληται δέ τις ἀμφὶ τὴν γωνίαν αὐτῶν ἑκάστου λίθων εὖ μάλα εἰργασμένων ἀνάστασις, τῷ τοίχῳ μέχρι ἐς τὴν ὑπερβολὴν ἐξ ἐδάφους συναναβαίνουσα, τετράπλευρος μέν, ἐνημμένη δὲ κατὰ τὴν μίαν τῷ τοίχῳ πλευράν, οὐ διακόπτουσα τοῦ χώρου τὸ κάλλος, ἀλλά τι καὶ κόσμου αὐτῷ ἐντιθεῖσα τῇ τοῦ ἐμ1.10.14 φεροῦς ἁρμονίᾳ. ὑπερῃώρηνται δὲ αὐτῶν ἀψῖδες ὀκτώ, τέσσαρες μὲν ἀνέχουσαι τὸν ἐν μέσῳ τοῦ παντὸς ὄροφον ἐν σφαιροειδεῖ μεταρσίῳ ἐπικυρτούμενον, αἱ δὲ δὴ ἄλλαι δύο μὲν πρὸς νότον, δύο δὲ πρὸς βορρᾶν ἄνεμον τῷ γειτνιῶντι ἐναπερειδόμεναι τοίχῳ, τὸ μεταξὺ τέγος ἐν θόλῳ ᾐωρημέ1.10.15 νον ἐξαίρουσιν. ἐναβρύνεται δὲ ταῖς γραφαῖς ἡ ὀροφὴ πᾶσα, οὐ τῷ κηρῷ ἐντακέντι τε καὶ διαχυθέντι ἐνταῦθα παγεῖσα, ἀλλ' ἐναρμοσθεῖσα ψηφῖσι λεπταῖς τε καὶ χρώμασιν ὡραϊσμέναις παντοδαποῖς· αἳ δὴ τά τε ἄλλα πάντα καὶ ἀν1.10.16 θρώπους ἀπομιμοῦνται. ὁποῖα δὲ αὐτῶν τὰ γράμματά ἐστιν ἐγὼ δηλώσω. ἐφ' ἑκάτερα μὲν πόλεμός τέ ἐστι καὶ μάχη, καὶ ἁλίσκονται πόλεις παμπληθεῖς πὴ μὲν Ἰταλίας, πὴ δὲ Λιβύης· καὶ νικᾷ μὲν βασιλεὺς Ἰουστινιανὸς ὑπὸ στρατηγοῦντι Βελισαρίῳ, ἐπάνεισι δὲ παρὰ τὸν βασιλέα, τὸ στράτευμα ἔχων ἀκραιφνὲς ὅλον ὁ στρατηγός, καὶ δίδωσιν αὐτῷ λάφυρα βασιλεῖς τε καὶ βασιλείας, καὶ 1.10.17 πάντα τὰ ἐν ἀνθρώποις ἐξαίσια. κατὰ δὲ τὸ μέσον ἑστᾶσιν ὅ τε βασιλεὺς καὶ ἡ βασιλὶς Θεοδώρα, ἐοικότες ἄμφω γεγηθόσι τε καὶ νικητήρια ἑορτάζουσιν ἐπί τε τῷ Βανδίλων καὶ Γότθων βασιλεῖ, δορυαλώτοις τε καὶ ἀγωγί1.10.18 μοις παρ' αὐτοὺς ἥκουσι. περιέστηκε δὲ αὐτοὺς ἡ Ῥωμαίων βουλὴ σύγκλητος, ἑορτασταὶ πάντες. τοῦτο γὰρ αἱ ψηφῖδες δηλοῦσιν ἐπὶ τοῖς προσώποις ἱλαρὸν αὐτοῖς 1.10.19 ἐπανθοῦσαι. γαυροῦνται οὖν καὶ μειδιῶσι τῷ βασιλεῖ νέμοντες ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων ἰσοθέους τιμάς· ἠμφίασται δὲ μαρμάρων εὐπρεπείᾳ τὰ ἐντὸς ἅπαντα μέχρι ἐς τὰς ὑπεράνω ψηφῖδας, οὐχ ὅσα ἐπανέστηκε μόνον, 1.10.20 ἀλλὰ καὶ τὸ ἔδαφος ἐφεξῆς ὅλον. τῶν δὲ μαρμάρων ἔνια μὲν λίθου Σπαρτιάτου ἐκεῖ σμαράγδῳ ἴσα, ἔνια δὲ πυρὸς φλόγα μιμοῦνται· λευκὸν δὲ τῶν πλειόνων τὸ εἶδος, οὐ λιτὸν μέντοι, ἀλλ' ὑποκυμαίνει κυαναυγεῖ ὑπογεγραμμένον μεταξὺ χρώματι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει. 1.11.1 Ἐκ δὲ τῆς Προποντίδος ἐσπλέοντι ἐς τὰ πρὸς ἕω τῆς πόλεως, βαλανεῖον ἐν ἀριστερᾷ ἐν δημοσίῳ ἐστίν. ὅπερ Ἀρκαδιαναὶ μὲν ἐπικαλεῖται, Κωνσταντινούπολιν 1.11.2 δὲ πηλίκην οὖσαν ἐπικοσμεῖ. αὐλὴν ἐνταῦθα ὁ βασιλεὺς οὗτος ἐδείματο, τῆς μὲν πόλεως προβεβλημένην, καὶ τοῖς μὲν ἐκείνῃ διατριβὴν ἔχουσιν ἐς περιπάτους ἀεὶ ἀνειμέ1.11.3 νην, ἐς δὲ τὸ ἐνορμίσασθαι τοῖς περιπλέουσι. ταύτην ἥλιος καταλάμπει μὲν ἀνίσχων τῇ αἴγλῃ, ἐκτρεπόμενος δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἐν ἐπιτηδείῳ ἐπισκιάζει. ταύτην ἡ θάλασσα περιρρεῖ ἀτρεμὴς ἐν ἡσυχίᾳ περιχεομένη τῷ ῥείθρῳ, ποταμοῦ τρόπον ἐκ πόντου ἰοῦσα· ὥστε καὶ προσδιαλέγονται τοῖς περιπλέουσιν οἱ τοὺς περιπάτους ποιού1.11.4 μενοι. ἡ γὰρ θάλασσα κατατείνουσα μὲν ἐς ἄβυσσον