ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχοῦ Παῦλος, οὐ πανταχοῦ Πέτρος· πολλῶν ἀσθενοῦσιν αἱ ψυχαὶ, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. Εἰ γὰρ σήμερον βασιλείας κηρυττομένης, μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτήσεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς, καταφρονοῦσι τῶν ἐπηγγελμένων πολλοὶ, προστετηκότες πρὸς τὰ παρόντα· εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; Εἰκότως οὖν, ἀδελφοὶ, τῷ μὲν Ἰὼβ οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρόθεσιν· τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχὰς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. Πολλοὶ νῦν ἀκούουσι περὶ βασιλείας, καὶ καταφρονοῦσι· πολλοὶ Χριστὸν ἐκδέχονται, καὶ πονηρίαν ἐνδύονται· πολλοὶ κακίας οὐκ ἀναχωροῦσι· τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας, καὶ λέγουσι· Σήμερον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. Οὐκοῦν ἀδελφὸς εἶ τοῦ Ἡσαῦ, ταῦτα ἐνθυμούμενος· ταὐτὰ λέγεις, ἃ εἶπεν Ἠσαῦ. Καὶ γὰρ Ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφὸν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. Καὶ τί εἶπεν; Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ τότε φονεύσω τὸν ἀδελφόν μου· παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου, καὶ τότε ἀναιρῶ. Καὶ σὺ τί λέγεις; Παρέλθῃ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. Βλέπε μὴ ἀδελφὸς εἶ τοῦ Ἡσαῦ. Ἄκουσον τί λέγει ὁ Παῦλος· Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἡσαῦ· ἵνα μὴ δι' αὐτοῦ μιανθῶσιν οἱ πολλοί. Ταῦτα εἴρηταί μοι, οὐκ εἰς παροξυσμὸν, ἀλλ' εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. Γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους, καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων Πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ Θεῷ ἀναπέμπειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος δʹ. αʹ. Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι, καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων· ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Ἰὼβ κατωρθωμένων. Οὐδεὶς οὐδεπώποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελείας. Κἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ' ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνεται. Ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημάτων. Καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα. Οὐ γὰρ ἀλγεῖ Ἰὼβ τεμνόμενος· εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγήματι τεμνόμενος ἀλγήσει; Ἔγνωμεν ἀπὸ τῶν προειρημένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ εὗρεν ἅπαντα. Πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας, τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν. Ἀπώλεσε τὴν λύραν, ἀλλ' ἔμενεν ὁ τεχνίτης· ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ' ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας· ἐγυμνώθη πάντων τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀρετῆς. Προέῤῥιψε τῷ διαβόλῳ τὰ κτήματα, ἀποῤῥιψάμενος τὸν βίον, ὥσπερ ὁ Ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ. Ἐν τῷ πάσχειν οὐκ ἔπασχε. ∆εῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος, καὶ τῆς ψυχῆς ἀνυμνεῖν τὴν ἀνδρείαν. Ἐδείχθη τῆς φύσεως τὰ γνωρίσματα, ἐδείχθη καὶ τῆς ἀρετῆς τὰ πλεονεκτήματα. Ἤκουσε τῶν παίδων τὴν συμφορὰν, καὶ διέῤῥηξε τὰ ἱμάτια, ἵνα τῆς φύσεως δείξῃ τὴν συμπάθειαν. Εἰ μὴ γὰρ ἔπαθεν, οὐκ ἂν ἐθαυμάζετο ὡς φιλάρετος, ἀλλὰ κατεγινώσκετο ὡς ἀναίσθητος. Ἀλλ' ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος· καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἤλεγξε, καὶ τῆς εὐσεβείας τὸν τρόπον οὐ προέδωκε. ∆ιέῤῥηξε τὰ ἱμάτια, ἀλλὰ προσεκύνησεν. Οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ διάβολος, ὅσον ἐπλάγη· οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη. Ἀλλὰ τὸν πρῶτον ἀγῶνα καλῶς διαθλήσαντα τὸν Ἰὼβ πάλιν εἰς ἕτερον ἀγῶνα δίδωσιν ὁ Θεὸς, ἵνα λαμπρότερον αὐτῷ 56.577 πλέξῃ τῆς ὑπομονῆς τὸν στέφανον. Πάλιν γὰρ ἐκ δευτέρου παρίστανται οἱ ἄγγελοι, καὶ ὁ διάβολος εἰς τὸ μέσον ἐρωτᾶται παρὰ τοῦ