τῆς συνόδου ἐπιστολῇ φανερὸν καθίστησιν, ὅτι οὐ μόνον Ἄρειον καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισαν, ἀλλὰ καὶ τὰς λέξεις τῆς δόξης αὐτοῦ· καὶ ὅτι περὶ τοῦ Πάσχα ὁμοφρονήσαντες, ἐδέξαντο τὸν αἱρεσιάρχην Μελίτιον, τὴν μὲν ἀξίαν τῆς ἐπισκοπῆς ἔχειν αὐτὸν συγχωρήσαντες, τὴν δὲ ἐξουσίαν τοῦ πράττειν αὐτὸν τινὰ ὡς ἐπίσκοπον, περιελόντες· δι' ἣν αἰτίαν νομίζω, ἄχρι νῦν κεχωρίσθαι τῆς ἐκκλησίας τοὺς ἐν Αἰγύπτῳ Μελιτιανοὺς, ὅτι περιεῖλεν ἡ σύνοδος Μελιτίου τὸ δύνασθαι. Ἰστέον δὲ, ὅτι Ἄρειος βιβλίον συνέγραψε περὶ τῆς ἑαυτοῦ δόξης, ὃ ἐπέγραψε Θάλειαν· ἔστι δὲ ὁ χαρακτὴρ τοῦ βιβλίου χαῦνος καὶ διαλελυμένος, τοῖς Σωταδίοις ᾄσμασιν, ἤτοι μέτροις, παραπλήσιος· ὅπερ καὶ αὐτὸ τότε ἡ σύνοδος ἀπεκήρυξεν. Οὐ μόνη δὲ ἡ σύνοδος τοῦ γράψαι περὶ τῆς γενομένης εἰρήνης ἐφρόντισεν, ἀλλὰ γὰρ καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δι' οἰκείων γραμμάτων τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε ἐπέστειλεν. Ἡ ἐπιστολὴ τοῦ βασιλέως. Κωνσταντῖνος Σεβαστὸς, τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε ἀγαπητοὶ ἀδελφοί. Τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν, ἵνα πάσης πλάνης ἀπαλλαγέντες, μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. Οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ' ἡμῶν· πᾶν εἴ τι δ' ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται· τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους, καὶ τὰ τῶν διαφωνιῶν, ἵν' οὕτως εἴπω, θανάσιμα φάρμακα, κατὰ τὴν τοῦ Θεοῦ κέλευσιν, ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. Ἕνα τοιγαροῦν ἅπαντες καὶ τῷ ὀνόματι προσκυνοῦμεν, καὶ εἶναι πεπιστεύκαμεν. Ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει Θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ' ὧν περ εἷς ἐξ ὑμῶν ἐγὼ, ὁ συνθεράπων ὑμέτερος καθ' ὑπερβολὴν εἶναι χαίρων, καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. Ἠλέγχθη γοῦν ἅπαντα, καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν. Καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ τὰ περὶ τοῦ μεγάλου Σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν, ἀπρεπῶς ἐβλασφήμουν τινες, τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων, ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων, μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις καὶ ἀκριβείαις τοῦ θείου νόμου πέφυκε πίστις εἶναι, βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος, καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ' ὑμῖν, ἔπειτα καὶ παρ' ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας. Ἀναδεξώμεθα τοιγαροῦν, ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφοὺς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν· ἐπὶ τὸ κοινὸν σῶμα, καὶ τὰ γνήσια ἡμῶν μέλη, σπουδῇ πάσῃ ἴωμεν. Τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ, καὶ τῇ πίστει, καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκεν, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν. Ὃ γὰρ τοῖς τριακοσίοις ἤρεσεν ἐπισκόποις, οὐδὲ ἔστιν ἕτερον, ἢ τοῦ Θεοῦ γνώμη, μάλιστά γε ὅπου τὸ ἅγιον Πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισεν. ∆ιὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς ὑπερτιθέσθω· ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε· ἵν' ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι, τὰς ὀφειλομένας τῷ παντεφόρῳ Θεῷ μεθ' ὑμῶν ὁμολογήσω χάριτας, ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας, τὴν εὐκταίαν ὑμῖν ἀγάπην ἀποδέδωκεν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀγαπητοὶ ἀδελφοί. Ὁ μὲν δὴ βασιλεὺς τοιαῦτα ἔγραφε τῷ Ἀλεξανδρέων δήμῳ, μηνύων ὅτι οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, γέγονεν ὁ ὅρος τῆς πίστεως· ἀλλ' ὅτι μετὰ πολλῆς συζητήσεως καὶ δοκιμασίας αὐτὸν ὑπηγόρευσαν· καὶ οὐχ ὅτι τινὰ μὲν ἐλέχθη, τινὰ δὲ ἀπεσιγήθη, ἀλλ' ὅτι ὅσα πρὸς σύστασιν τοῦ δόγματος λεχθῆναι ἥρμοζε, πάντα ἐκινήθη· καὶ ὅτι οὐχ ἁπλῶς ὡρίσθη, ἀλλ' ἀκριβῶς ἐξητάσθη πρότερον· ὥστε πάντα ὅσα ἢ ἀμφιβολίας, ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν, ταῦτα ἐκποδὼν γεγενῆσθαι. Τὸ κεφάλαιον δὲ, «γνώμην Θεοῦ» τὴν πάντων