1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν ἀπο στόλων φωνήν. 75.1185 Τοῦτο γεγονὸς καὶ ἐν Ἱεροσολύμοις ὁ θειότατος διηγεῖται Λουκᾶς. «Ἐσίγησε γὰρ, φησὶ, ἅπαν τὸ πλῆ θος, καὶ ἤκουε τοῦ Βαρνάβα καὶ τοῦ Παύλου ἐξηγου μένων, ὅσα ὁ Θεὸς ἐποίησεν σημεῖα δι' αὐτῶν, καὶ τέρατα ἐν τοῖς ἔθνεσι.» Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον· τὸ γὰρ αὐτὸ θαυματουργεῖ τὰ σημεῖα καὶ τὰ τέρατα. ∆ιὸ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς τὸν Παῦλόν φησιν ἐπιλεξάμενον τὸν Σίλαν ἐξελθεῖν τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν παραδοθέντα· Θεὸν αὖθις καλέσας τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διὰ τῶν ἀδελφῶν ἐν Ἀντιο χείᾳ ἀφορίσαν αὐτὸν εἰς ὃ προσεκαλέσατο αὐτὸν ἔργον. Πάλιν ὁ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Κορινθίους φησίν· «Οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν προφήτας καὶ ἀποστόλους, τοὺς δὲ ποιμένας καὶ διδασκάλους καὶ εὐαγγελιστὰς, πρὸς καταρτισμὸν τῶν ἁγίων·» ἐν δὲ Μιλήτῳ συνταττό μενος τοῖς ἀδελφοῖς, καὶ τῆς δοθείσης ἀναμιμνήσκων χάριτος· «Προσέχετε οὖν ἑαυτοῖς, φησὶν, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.» Ὁρᾶτε πάλιν κἀνταῦθα τὴν θεολογίαν τοῦ Πνεύ ματος. Ἐκεῖ γὰρ τοῦ Θεοῦ μνημονεύσας ὡς ποιμένας, καὶ διδασκάλους, καὶ εὐαγγελιστὰς χειροτονοῦντος, ἐνταῦθα περὶ τοῦ Πνεύματός φησι· Ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκ κλησίαν· διδάσκων ὡς Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὅτι ταὐτόν ἐστιν εἰπεῖν Θεὸν, καὶ Πνεῦμα, διὰ τὴν κοινωνίαν τῆς φύσεως· τοῖς τε γὰρ ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς γινομένοις συνεργεῖ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τοῖς τε ὑπὸ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τελουμένοις συνευδοκεῖ ὡσαύτως ὁ Θεὸς καὶ Πατήρ. Καὶ ἑτέρωθεν πάλιν ὁ μακάριος Παῦλος Θεὸν εἶναι τὸ Πνεῦμα κηρύττει· «Ἐὰν γὰρ, φησὶ, προφητεύωσι πάντες, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» Ἐπειδὴ γὰρ τοῦ Πνεύ ματος ἡ προφητεία χάρισμα, διὰ δὲ τῆς ἀποκαλύψεως τοῦ Πνεύματος φανερὰ τὰ τῆς καρδίας κρυπτὰ γίνεται, Θεοῦ δὲ ἴδιον τὸ τὸν νοῦν τῶν ἀνθρώπων ἐπίστασθαι, ἀναγκαίως ὁ ἐλεγχόμενος διὰ τῆς προφη τείας, ἀνακρινόμενος προσκυνήσει τῷ Θεῷ, ἀπαγ γέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν· εἶχον δὲ τὴν χάριν ἐκεῖνοι τοῦ Πνεύματος. Εἰ δὲ Θεὸς ἦν ἐν αὐτοῖς, ἐπειδὴ τῆς τοῦ Πνεύματος ἀπήλαυον χάριτος, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. 75.1188

ΚΖʹ. Ὅτι ἀκτίστως ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὸ καὶ αἰώνιον καλεῖται. Καὶ

ὁ θειότατος δὲ Πέτρος ἐν ταῖς Καθολικαῖς Ἐπιστολαῖς· «Εἰ ὀνειδίζεσθε, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μακάριοί ἐστε, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπαύε ται.» Καὶ ὁ μακάριος Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐν τούτῳ, φησὶ, γινώσκομεν ὅτι ἐν αὐτῷ μενοῦ μεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Τὸ δὲ ἐκ τοῦ Θεοῦ κηρυττόμενον, οὐ κτίσμα, ἀλλ' ἐκ τῆς θείας οὐσίας ὑπάρχον· διὸ καὶ αἰώνιον εἰς ἀρχὴν τὸ εἶναι μὴ εἰληφὼς, ὁ μακάριος αὐτὸ Παῦλος ἀποκαλεῖ· «Εἰ γὰρ αἷμα, φησὶ, τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τελειότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν;» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον αἰώνιον, καὶ ὁ Θεὸς αἰώνιος, δῆλον τὸ συν αγόμενον· ἀλλὰ πάσας μὲν τὰς περὶ τοῦ ἁγίου Πνεύ ματος μαρτυρίας, τὰς καὶ Θεὸν αὐτὸ καὶ Κύριον κηρυττούσας, καὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον λεγούσας, συλλέγειν τοῖς φιλοπόνοις καταλίπωμεν· ἡμεῖς δὲ ἐπὶ τὸ τέλος ἐπειγώμεθα τῆς προκειμένης διδασκαλίας.