14
δίκαιον, Κύριε." Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορη γουμένης θεραπευταῖς, οἱ σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδε 80.901 μονίᾳ μεγαλοφρονήσουσι, τὴν σὴν διηγούμενοι δύνα μιν. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· "Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω." -"Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς." Εὐδοκίαν ἡ θεία Γραφὴ καλεῖ τὸ ἀγαθὸν τοῦ Θεοῦ θέλημα. Τοιοῦτόν ἐστι τὸ, "Ηὐδόκησας, Κύριε, τὴν γῆν σου," ἀντὶ τοῦ, Ἀγαθὰ ἠθέλησας τῇ γῇ σου." Καὶ παρὰ τῷ μακαρίῳ Παύλῳ, "Κατὰ τὴν εὐδοκίαν τοῦ θελήμα τος αὐτοῦ," τουτέστι, κατὰ τὸ ἀγαθὸν αὐτοῦ θέλη μα. Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι Τὸ ἀγαθόν σου θέλημα, καὶ ἡ πολλή σου περὶ ἡμᾶς φιλοστοργία τε καὶ ἀγάπη, καὶ ὅπλον ἡμῖν γέγονε νίκης πρόξε νον, καὶ στέφανος ἐπινίκιος.
ΕΡΜΗΝ. ΤΟΥ ϛʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ ∆αβίδ." Ὀγδόην τὴν
μέλλουσαν κατά στασιν ὁ προφητικὸς λόγος καλεῖ· ἐπειδὴ γὰρ ὁ παρὼν βίος διὰ τῶν ἑπτὰ τῆς ἑβδομάδος ἡμερῶν ἀνακυκλεῖται· ἀπὸ γὰρ τῆς πρώτης ὁ χρόνος ἀρχόμενος, καὶ λήγων εἰς τὴν ἑβδόμην, πάλιν εἰς τὴν πρώτην ἐπάνεισι, καὶ οὕτως εἰς τὴν ἑβδόμην χωρεῖ· εἰκότως τὸν ἔξω τοῦ ἑβδοματικοῦ ἀριθμοῦ αἰῶνα ὀγδόην ὁ θεῖος προσηγόρευσε λόγος. Μέμνη ται δὲ θανάτου καὶ κρίσεως ἐν τῷδε τῷ ψαλμῷ· διὸ καὶ ταύτην τέθεικε τὴν ἐπιγραφήν. Λέγει γάρ· "Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" ἀντὶ τοῦ, Ἀποκέ κλεισται τοῖς ἐντεῦθεν ἐξιοῦσι τῆς μετανοίας ἡ θύρα, καὶ οὐχ οἷόν τε τοὺς μὴ κατὰ τὸν παρόντα βίον τοῖς τῆς μετανοίας χρησαμένους φαρμάκοις, ἐκεῖ τὴν ὑπὲρ τῆς ἁμαρτίας ἐξομολόγησιν προσενεγκεῖν τῷ Θεῷ. Μαρτυρεῖ δὲ τούτοις τοῖς λόγοις, καὶ ἡ τῶν παρθένων παραβολή. Καὶ γὰρ δι' ἐκείνης μεμαθήκαμεν, ὡς αἱ μωραὶ παρθένοι σβεσθεισῶν τῶν λαμπάδων ἔμειναν ἔξω τῶν τοῦ νυμφῶνος θυρῶν, παίουσαι μὲν τὰς θύρας, ἀποπεμπόμεναι δὲ, καὶ τῆς παστάδος ἀποστερούμεναι. Ἔφη γὰρ πρὸς αὐτάς· "Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς." ∆ιά τοι τοῦτο ὁ μακάριος ∆αβὶδ, μετὰ τὴν διπλῆν ἐκείνην ἁμαρ τίαν, ταύτην τῷ Θεῷ προσφέρει τὴν ἱκετείαν, ἰατρευθῆναι παρακαλῶν, ὡς μήκετι χώραν ἐχόντων ἐν ἐκείνῳ τῷ βίῳ τῶν τῆς μετανοίας φαρμάκων. βʹ. "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ, ὀργῇ σου παιδεύσῃς με." Οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ ἐλεγχθῆναι, οὐδὲ ἱκετεύει μὴ παιδευ θῆναι, ἀλλὰ μὴ μετ' ὀργῆς τοῦτο παθεῖν. Πατρι κῶς με, φησὶ, παίδευσον, μὴ δικαστικῶς· ἰατρικῶς, μὴ κολαστικῶς. Μὴ μετρήσῃς τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν, ἀλλὰ τῇ φιλανθρωπίᾳ τὸ δίκαιον κέ ρασον 80.904 γʹ. "Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι." Ἁρμόττουσα τοῖς ἡμαρτηκόσιν ἡ τοιαύτη φωνή. Ἀσθενείας γὰρ ἡγουμένης, ἡ ἁμαρτία νικᾷ. Εἰ γὰρ μὴ ἀσθενήσει τὸ ἐν ἡμῖν· λογικὸν, οὐ στα σιάσει τὰ πάθη· ἐῤῥωμένου γὰρ τοῦ ἡνιόχου, καὶ μετ' ἐπιστήμης τοὺς ἵππους καὶ στρέφοντος καὶ ἰθύνοντος, οὐκ ἔχει τὰ σκιρτήματα χώραν. δʹ. "Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα." Ὀστᾶ ἐνταῦθα τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ γὰρ τὰ ὀστᾶ στεγανωτέραν ἔχει τὴν φύσιν, καὶ αὐτὰ φέρει τὸ σῶμα, τροπικῶς τοὺς λογισμοὺς, δι' ὧν τὸ ζῶον ἰθύνεται, ὀστᾶ προσηγόρευσεν. Ἡ τούτων, φησὶ, ταραχὴ ἐκλόνησέ με, καὶ διέσεισε. ∆ιόπερ τῆς σῆς φιλανθρωπίας ἀπολαῦσαι παρακαλῶ, ἵνα διὰ ταύτης τὴν ἴασιν δέξωμαι. "Καὶ σὺ Κύριε ἕως πότε; [εʹ.] Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου." Τὸ, ἕως πότε, οὐχ ὡς ἐγκαλῶν λέγει, ἀλλ' ὡς ἐν ὀδύναις ὢν, ἐπιτα χῦναι παρακαλεῖ τὴν βοήθειαν. Ἁρμοδίως δὲ προσέθηκε τὸ, "Ἕνεκεν τοῦ ἐλέους σου." Οὐδὲ γὰρ ἐμαυτῷ, φησὶ, θαῤῥῶ, οὐδὲ τῇ ἐμαυτοῦ δικαιο σύνῃ τὴν σὴν ἐπιγράφω βοήθειαν, ἀλλὰ διὰ τὸν σὸν ἔλεον ταύτης ἱκετεύω τυχεῖν. Τὸ δὲ, "ἐπίστρε ψον, Κύριε," ἀντὶ τοῦ, "πρόσχες μοι," καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· ἐκ μετα φορᾶς τῶν ὀργιζομένων, καὶ ἀποστρεφομένων, καὶ