14
μου, ἐπιγνοὺς τὸ ἀληθὲς διὰ τῆς ταπεινῆς μου ἐπιστολῆς καὶ ἀναβλέψας πρὸς τὸ φῶς καὶ κατανυχθεὶς θεϊκῶς καὶ πληγεὶς φιλικῶς καὶ ἀναπολήσας καὶ ἀναγνωρίσας ὅθεν καὶ ἐξέπεσας καὶ ἐν ποίοις ἦς δεινοῖς καὶ ποῦ παροικεῖς, ὡς εἰπεῖν, μετὰ τῶν σκηνωμάτων Κηδάρ, ἀνάσφηλον καὶ ἀναπήδησον καὶ ἀνεγέρθητι καὶ ἀνανεώθητι καὶ ἀναθερμάνθητι καὶ μὴ ὥραν, μὴ ἡμέραν, μὴ ἑβδομάδα, ἀλλὰ θᾶττον χαίρειν πᾶσιν εἰπὼν ἧκε ἐρρωμένως καὶ ἀνενδοιάστως πρός με τὸν δύστηνόν σου πατέρα καὶ πρὸς τὴν καλήν σου ἀδελφότητα καὶ πρὸς τὸν μέγαν πατέρα μου καὶ πατέρα σου. Καὶ πρὸς τοῦτο ἐβουλόμην μέν, ἡνίκα ἔμαθον ὅτι αὐτόθι ἐξεπελάσθης, καὶ ἀδελφὸν πέμψαι σὺν τοῖς γράμμασιν, ἵνα σε ἀναρρύσηται· ἐπεὶ δὲ ὁ γραμματηφόρος καὶ πρεσβύτερος ἐβεβαιώσατό με πάντως ἐκ μόνων τῶν γραμμάτων ἥκειν σε, διὰ τοῦτο ἠρκέσθην τῇ ἐπιστολῇ. καὶ δὴ πάντως, τέκνον μου, καθὼς εἴρηται, οὐ μόνον ἐγὼ ὁ τάλας καὶ ὁ πατήρ μου, ἀλλὰ καὶ οἱ δεσπόται ἡμῶν, ὁ Πρόδρομος καὶ ὁ Θεολόγος, ἐγκελεύονταί σοι τάχιστα ἀποκινῆσαι, πρὶν ἀπροσδοκήτου θανάτου καταλάβῃ τέλος. εἰ δ' ἔτι, ὃς οὐχ ὑπολαμβάνω, σκληρυνόμενος σκληρυνθῇς καὶ αὐθαδιάσεις, γίνωσκε ἀκοινώνητόν σε εἶναι καὶ ἐκ πάντων τῶν ἁγίων καὶ ἐξ ἡμῶν τῶν ἁμαρτωλῶν, ἕως ἂν ὄψῃ τὸ πρόσωπον ἡμῶν. εἰ δὲ ἀποκινήσεις, καθὼς ἐνετειλάμεθα, ἤδη ἐρχόμενος λελυμένος εἶ καὶ τῶν θείων δώρων καὶ τῶν ἄλλων βρωμάτων.
10 {1Νικολάῳ μαθητῇ}1
Ἐπειδὴ εὐδοκίᾳ θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς
ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. οὐ κτήσῃ τι τοῦ κόσμου τούτου οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ θεοῦ καὶ γενομένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφοὺς οὔτε εἰς τοὺς ποτὲ ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους. οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς οὔτε ζῶν οὔτε μετὰ θάνατον ἐλεημονητικῶς ἢ κληρονομικῶς εἰς τοὺς ποτὲ προειρημένους ἰδίους καὶ φίλους (οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου, πλὴν εἰ μή που μετάβοιέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ' ἡμᾶς τάγμα) καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων πατέρων. οὐ κτήσῃ δοῦλον οὔτε εἰς οἰκείαν χρείαν οὔτε εἰς ἣν ἐπιστεύθης μονὴν οὔτε εἰς ἀγρούς σου τὸν κατ' εἰκόνα θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμοψύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος. οὐ σχοίης ζῷον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος, οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς, καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων πατέρων ἡμῶν ἐχρήσατο οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης, ἀλλὰ χριστομιμήτως πεζοπορήσεις· εἰ δ' οὖν, πῶλός σοι τὸ ὑποζύγιον ἔσται. παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθ' ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφίδος· σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μή τί γε ἄλλο, ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς. οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι πάρεξ τῆς πατρικῆς σου ἐντάλσεως. οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιίας ἤ συντεκνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ