1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

14

παρακελεύεται· πολλοὶ γὰρ ἦσαν τῶν ἀσεβῶν συμπεριπατοῦντες αὐτῷ καὶ ἀκο λουθοῦντες, ἵνα λόγῳ παγιδεύσωσιν αὐτὸν ἢ ῥήματος αὐτοῦ λαβέσθαι δυνη θῶσιν. τοῖς δὲ μαθηταῖς κατ' ἴχνος αὐτοῦ τῆς ἀρετῆς καὶ τῆς ἐνθέου πολιτείας ἀκολουθοῦσιν αὐτόθεν ἐπαγγέλλεται κατ' οὐρανὸν οἴκησιν· ὅπου γάρ, φησίν, ἐγώ εἰμι, τοῦτ' ἔστιν ἐν τῷ οὐρανῷ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. οὐ μόνον δὲ τὴν παρ' αὐτοῦ ἐπαγγέλλεται δωρεάν, ἀλλὰ καὶ τὴν παρὰ τοῦ πατρὸς ὑπισχνεῖται τιμήν. 195 Jo 12, 26 Εἰς τὴν ὁμοίαν ἑαυτῷ ἀρετὴν προτρέπεται τοὺς μαθητὰς καὶ ἐπαγγέλλεται αὐτοῖς τὴν ἐν οὐρανοῖς οἴκησιν οὐ μόνον τὴν ἰδίαν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ πατρὸς ὑπισχνούμενος τιμήν. 196 col1 Jo 12, 27-29 Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπει νοτέραις ἐχρήσατο λέξεσιν ἐκ τούτων δεικνύς, ὅτι ὄντως τῆς ἀνθρωπίνης ἐκοινώνησε φύσεως· ἢ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλ λουσαν ἀπαλλοτρίωσιν ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γε νεᾶς· οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε ταραχήν· οὐ γὰρ ἠγνόει τίνος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδίδαξε τοὺς ἄλλους τούτου καταφρονεῖν λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρημένων πείρας, ἐπεκαλεῖτο τὸν δι' αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα. ξένης δὲ τῆς παρ' ἡμῖν συνήθους φω νῆς ἐπακούσαντες ἀμφίβολον ἐξ ἀνάγ κης ἔσχον τὴν διάνοιαν. Ταπεινὰ φθέγγεται ὡς ἄνθρωπος δεικνύς, ὅτι ἀληθῶς γέγονεν ἄτρεπτος ἄνθρωπος καθ' ἡμᾶς, εἰ καὶ ὁρῶν τὴν τῶν ἀπίστων πτῶσιν ἐταράττετο καὶ τὴν τῶν δοκούντων οἰκείων ἀλλο τρίωσιν· οὐ γὰρ δεδιὼς τὸν θάνατον τοῦτο εἶπεν ὁ διὰ τοῦτο ἐνανθρωπήσας. διὸ καί φησιν· διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἵνα ὑπομείνω τὴν τοῦ πάθους οἰκονομίαν· οὐ γὰρ ἐδειλία τὸ πάθος ὁ τοῖς μαθη ταῖς παραινῶν θανάτου καταφρονεῖν. 197 Jo 12, 28 Ἐδόξασε γὰρ αὐτὸν ὡς ἴδιον υἱὸν δεσπότην ἀναδείξας πάσης τῆς κτίσεως· καὶ νῦν δὲ πάλιν διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως. 198 Jo 12, 28 198 Ἤτοι τὸ ὄνομα τὸ δόξασόν με ἀντὶ τοῦ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπίδοξόν με ποίηJoν τοῖς ἀνθρώποις· τοῦτο γὰρ καὶ διὰ τῆς φωνῆς ὑπέσχετο ὁ πατήρ. 199 Jo 12, 29-30 Ξένης καὶ ἀσυνήθους φωνῆς ἐπακούσαντες ἀντέβαλλον περὶ τούτου, τὴν δὲ ἄγνοιαν αὐτῶν περιελεῖν βουληθεὶς τῶν ὑπὸ θεοῦ οἰκονομουμένων τὸ μυστή ριον ἀποκαλύπτει. 0 Jo 12, 31 Κρίσις γὰρ ἐγίνετο τοῦ κόσμου πάντων ἀνθρώπων ὡς ἐπὶ ξυροῦ ἑστη κότων καὶ διὰ πίστεως καὶ ἀπιστίας δοκιμαζομένης τῶν μὲν οἰκειουμένων τῷ θεῷ, τῶν δὲ ἐχθρῶν καθισταμένων. ὁ δέ γε ἄρχων τοῦ αἰῶνος δικαίως ἐξε βάλλετο διὰ τῆς τοῦ κυρίου πολιτείας καὶ εὐποιΐας καὶ μακροθυμίας καθαιρου μένης τῆς τοῦ διαβόλου ἀρχῆς, ἣν διὰ ἀπάτης καὶ παρακοῆς καὶ ἁμαρτίας τῶν ἀνθρώπων ἐκτήθη· ἐπειδὴ γὰρ τὴν ἰδίαν ἀπάτην καὶ τὴν τῶν ἀνθρώπων παρά βασιν, ἐξ ἧς καὶ ὁ θάνατος, εἰς ἰδίαν ἀπολογίαν προβάλλει κρινόμενος τοῦ ὀφείλειν ἔχειν τοὺς τοιούτους ὑφ' ἑαυτόν, οὕτω καὶ ὁ κύριος ἀναμαρτήτως ὑπ' αὐτοῦ εἰς θάνατον παραδοθεὶς ἔδειξεν, ὅτι οὐ δικαίως ὑπήγαγε τὸν ἄνθρω πον ὑφ' ἑαυτόν· οὐ γὰρ διὰ τὸ εἶναι τοὺς ἀνθρώπους ἁμαρτωλοὺς ἐπηνέχθη αὐτοῖς ἡ φθορά, ἀλλὰ διὰ τὸν τοῦ διαβόλου φθόνον ἐν ἀρχῇ ὁ ἄνθρωπος ἥμαρτεν. ἐπεὶ οὖν ὁ Χριστὸς ἄνθρωπος γέγονεν, οὐχ ἥμαρτεν, ἀλλὰ πάλιν ὁ διάβολος ἐπήγαγεν τὸν θάνατον ὡς ἁμαρτωλῷ, εἰκότως ὡς ἄδικος κατεκρίθη καὶ τέως τῆς ἀρχῆς ἐξέπεσεν, ἐλυτρώθη δὲ καὶ ὁ ὢν ὑπ' αὐτὸν ἄνθρωπος. 1 Jo 12, 32 Ἐπειδὴ διὰ τοῦ θανάτου τὴν ἀπολύτρωσιν ἔμελλε ποιεῖν καὶ διὰ τοῦ σταυροῦ πάντα ἕλκειν πρὸς ἑαυτόν, εἶπε τοῦτο. 2 Jo 12, 34 Συνιέντες, ὅτι περὶ τοῦ ἰδίου θανάτου τοῦτο ἔλεγεν, ἀντέθηκαν αὐτῷ ἐπαποροῦντες τὸ πῶς οἷόν τέ ἐστι λέγειν, ὅτι