14
διαβολάς, καὶ οὕτω σὺν Ἀθανασίῳ εἰς τὴν ἑορτὴν τῶν ἐγκαινίων γενέσθαι. συνελθόντων οὖν αὐτῶν ἐν Τύρῳ, εὑρέθη καὶ Μάξιμος ὁ Ἱεροσολύμων ἀγνοῶν τὰς κατὰ Ἀθανασίου συσκευάς. εἰσελθὼν δὲ Ἀθανάσιος εἰς τὸ συνέδριον τῶν κακοφρόνων ἀράχνης δίκην τὰς συκοφαντίας τῶν κατηγόρων διέσπασεν, ὥστε αὐτούς, ἐφ' οἷς ὤφθησαν ψευδόμενοι, μανέντας συγχεῖν ἅπαντα καὶ βοᾷν· "ἄρατε τὸν γοητείᾳ πάντας φιμώσαντα." ∆αλμάτιος δὲ ὁ καῖσαρ καὶ ἀνεψιὸς τοῦ βασιλέως μετὰ στρατιωτικῆς χειρὸς μόλις Ἀθανάσιον περιέσωσεν ἀναιρεῖσθαι ὑπ' αὐτῶν μέλλοντα. τότε καὶ Ἀρσένιος κατὰ θεοῦ πρόνοιαν ἐν Τύρῳ παρεγένετο, καὶ τοῦ κατ' αὐτὸν πλάσματος διελεγχθέντος, ἐπὶ τὴν κατὰ Ἰσχύραν συκοφαντίαν οἱ ἐχθροὶ ἐτρέποντο. Ἀθανάσιος δὲ διὰ τὰς ἀφορήτους κατ' αὐτοῦ ἐπιβουλὰς ὑπεχώρησε τῆς Τύρου. πρᾶξιν δὲ κατὰ μονομέρειαν συστησάμενοι οἱ Ἀρειανόφρονες καθαιροῦσιν ἀπόντα τὸν Ἀθανάσιον, ἀρείῳ δὲ καὶ Εὐζωΐῳ συγκοινωνήσαντες εἰς Ἀλεξάνδρειαν τούτους ἐξέπεμψαν· καὶ οὕτως ἀνῆλθον ᾑμαγμέναις χερσὶν εἰς τὰ ἐγκαίνια. πάντων δὲ τῶν κακῶν ἦν ἀρχηγὸς ὁ Νικομηδείας Εὐσέβιος. λόγος δὲ ἀληθὴς κρατεῖ, ὅτι ὁ μέγας Ἀθανάσιος φυγὼν ἐκ Τύρου ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ ποιήσας εὐχὰς καὶ τῷ ἁγίῳ χρίσας μύρῳ καὶ ἁγιάσας τοὺς εὐκτηρίους οἴκους πρὸ τῆς τῶν δυσσε32 βῶν παρουσίας οὗτος κατέλαβε τὸν βασιλέα καὶ πάντα καθ' ἑαυτὸν ἐξηγήσατο. ὁ δὲ πανεύφημος Κωνσταντῖνος θαυμάσας τὴν τῶν ἀντιδίκων αὐτοῦ πονηρίαν, τιμῆς μεγίστης ἀξιώσας αὐτὸν μετὰ γραμμάτων ἀπέλυσεν εἰς Ἀλεξάνδρειαν. μετὰ δὲ τὴν ἐκ τῶν ἐγκαινίων ἐπάνοδον ὁ πάσης εὐσεβείας ἀλλότριος Νικομηδείας Εὐσέβιος καὶ Θεόγνις καὶ Οὐρσάκιος καὶ Πατρόφιλος καταλαβόντες τὸ Βυζάντιον καὶ τὰς πρώτας κατὰ Ἀθανασίου διαβολὰς σιωπήσαντες μάρτυρας ψευδεῖς προεβάλοντο τέσσαρας ἐπισκόπων χειροτονίας ἔχοντας, οἵ τινες μεθ' ὅρκου εἰπεῖν ἐτόλμησαν, ὅτι ἤκουσαν Ἀθανασίου ἀπειλοῦντος κωλύειν τὴν σιτοπομπίαν τὴν ἐρχομένην ἐξ Αἰγύπτου εἰς τὸ Βυζάντιον. ὅθεν καὶ κινήσαντες εἰς ὀργὴν τὸν φιλόχριστον βασιλέα παρεσκεύασαν ἐξορίσαι τὸν μέγαν Ἀθανάσιον εἰς Τρίβεριν τῆς Γαλλίας. Ἀθανασίου δὲ ἐξορισθέντος, Ἄρειος πάλιν ἐτάραττε τὴν Αἴγυπτον. γνοὺς δὲ ὁ βασιλεύς, μεταπεμψάμενος αὐτὸν ἠρώτα, εἰ τοῖς ἐν Νικαίᾳ δόγμασι συντίθεται περὶ τοῦ ὁμοουσίου· τοῦ δὲ μεθ' ὅρκου εἰπόντος συντίθεσθαι, δόλον τε καὶ νῦν, ὡς ἀεί, ἐργασαμένου· (δύο γὰρ χάρτας συντέθεικεν, ἕνα μὲν ὑπὲρ τοῦ ὁμοουσίου, θάτερον δὲ κατ' αὐτοῦ· ὃν καὶ δι' ἑαυτοῦ ἔγραψεν, τὸν πρῶτον δι' ἑτέρου γράψας·) πείθει τοίνυν τὸν βασιλέα ὀμόσας οὕτω πιστεύειν κελεῦσαι δεχθῆναι αὐτοῦ· ἐν τῇ καθολικῇ ἐκκλησίᾳ. ὅπερ μαθὼν ὁ θεῖος Ἀλέξανδρος τῷ θεῷ προσέκλαυσεν εἰς τὴν καλουμένην Εἰρήνην ἐκκλησίαν· καὶ λόγου θᾶττον ἡ θεία δίκη μετῆλθε τὸν Ἄρειον ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων ἐκκόψασα τοῦ ζῇν ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, τῶν σπλάγχνων αὐτῷ κατενεχθέντων ἐν ἀφόδοις, καθ' ἣν ὥραν ἔμελλε τῶν ἱερῶν ἀναξίως ἐπιβαίνειν περιβόλων. ταῦτα τῷ τριακοστῷ πρώτῳ ἔτει γέγονε τοῦ μεγάλου Κωνσταντίνου, τοῦ θείου Ἀλεξάνδρου ἐπισκοποῦντος τὴν Κωνσταντινούπολιν, καὶ οὐχ ὥς φησιν Εὐσέβιος μόνος, ὅτι ὁ Νικομηδείας Εὐσέβιος, ὅτε εἰς τὰ ἐγκαίνια τὰ κατὰ Ἀθανασίου ἐσκεύαζεν, τὸν Κωνσταντινουπόλεως θρόνον ἐπεῖχεν. τοῦτο γὰρ καὶ ἐκ τῆς τῶν χρόνων ὁμάδος δείκνυται ψεῦδος, ἐπείπερ Κωνσταντῖνος τὰ ὅλα ἔτη λβʹ ἐβασίλευσεν. ὃς μετὰ τὴν πρώτην δεκαετηρίδα, τῷ δεκάτῳ τρίτῳ αὐτοῦ ἔτει, καταλαβὼν τὸ Βυζάντιον Μητροφάνην τὸν πρὸ Ἀλεξάνδρου εὗρεν ἐπισκοποῦντα, εἶτα Ἀλέξανδρος ἔτη τρία καὶ εἴκοσιν ἐπισκόπησεν· ὡς εἶναι ἀπὸ τῆς ἀρχῆς τῆς βασι33 λείας τοῦ μεγάλου Κωνσταντίνου ἕως κοιμήσεως Ἀλεξάνδρου ἔτη λζʹ, ἅπερ Κωνσταντῖνος οὐκ ἔφθασεν· καὶ οὕτω μὲν ἐκ τῆς χρονικῆς ὁμάδος δείκνυται μὴ ἄρξαι τὸν Εὐσέβιον ἐπὶ Κωνσταντίνου τοῦ θρόνου Κωνσταντινουπόλεως. δείκνυται δὲ καὶ ἐκ τῶν εἰρημένων ἀνωτέρω περὶ Ἀρείου καὶ Ἀθανασίου. ἥ τε γὰρ Ἀθανασίου