[0] ΩΡΙΓΕΝΟΥΣ ΠΕΡΙ ΕΥΧΗΣ.

 [3] Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀργῆς „τοῦ ἀδελφοῦ„ ἑαυτοῦ Ἠσαῦ, ἀπῄ

 [5] Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν ε

 [6] Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα, οὐχ ᾗ τοιαῦτ

 [8] Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔ

 [10] Καὶ ταῦτα μὲν ὡς καθ' ὑπόθεσιν εἴρηται, καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν, τὸ καθὸ δεῖ εὔχεσθαι νενο

 [12] Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι ”πνεύματι„ προσεύχονται „καὶ τῷ νοῒ,” φω

 [13] Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται, τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ ε

 [14] Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ ”αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν

 δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτοπον καὶ ἀνθρώποις –ἁγίοις– προσενεγκεῖν: ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνο

 πᾶς τοιγαροῦν ὁ ”τὰ ἐπίγεια„ καὶ „μικρὰ” αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου ”ἐπουράνια„ καὶ „μεγάλα” αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικ

 [18] Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ' εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔ

 [22] „–Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς–.” ἄξιον ἐπιμελέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος

 [24] ”–Ἁγιασθήτω τὸ ὄνομά σου–.„ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ,

 [25] „–Ἐλθέτω ἡ βασιλεία σου–.” εἰ ”ἡ –βασιλεία τοῦ θεοῦ–„ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως” ”οὐκ ἔρχεται,„ „οὐδὲ ἐροῦσιν

 [26] ”–Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς–.„ ὁ Λουκᾶς μετὰ τὸ „–ἐλθέτω ἡ βασιλεία σου–” ταῦτα παρασιωπήσας ἔταξε: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπ

 [27] „–Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον–,” ἢ ὡς ὁ Λουκᾶς: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν–.„ ἐπεί τινες ὑπολαμβάνου

 [28] „–Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν–,” ἢ ὡς ὁ Λουκᾶς: ”–καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ

 [29] ”–Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ„: τὸ δὲ „ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ–” παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μ

 [31] Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχ

XIV. HALLOWED BE THY NAME

Hallowed be Thy name. Although this may represent either that the object of prayer has not yet come to pass, or after its attainment, that it is not permanent in which case the request is for its retention; the language in this instance makes it plain that it is with the implication that the name of the Father has not yet been hallowed, that we are bidden—according to Matthew and Luke, that is—to say "Hallowed be Thy Name." Then how, one might say, should a man request the hallowing of God's name as though not hallowed? Let us understand what the Father's name, and what the hallowing of it, means. A name is a summary designation descriptive of the peculiar character of the thing named.

Thus the Apostle Paul has a certain peculiar character, partly of soul which is accordingly of a certain kind, partly of intellect which is accordingly contemplative of certain things, and partly of body which is accordingly of a certain kind. It is the peculiar in these characteristics, the unique combination—for there is not another being identical with Paul—that is indicated by means of the appellation Paul. In the case of men, however, whose peculiar characteristics are changed, their names also by a sound usage are changed according to scripture.

When the character of Abram was transformed, he was called Abraham; when that of Simon he was named Peter, and when that of Saul the persecutor of Jesus, he was designated Paul. But in the case of God, inasmuch as He is himself ever unchangeable and unalterable, the proper name which even He may be said to bear is ever one, that mentioned in Exodus, "He that is," or the like. Since therefore, though we all have some notion of God, conceiving of Him in various ways, but not all of what He is, for few and, be it said, fewer than few are they who comprehend His compete holiness—we are with good reason taught to attain to a holy conception of Him in order that we may see His holiness as creator, provider, judge, elector, abandoner, acceptor, rejector, rewarder and punisher of each according to his desert.

For it is in such and similar terms that God's peculiar character may be said to be sketched which I take to be the meaning of the expression, God's name according to the scriptures in Exodus: Thou shall not take the name of the Lord your God in vain; in Deuteronomy: Be my utterance awaited as rain: as dew let my words descend, as showers upon herbage and as moisture upon grass: for I have called on the Lord's name; and in Psalms: They shall remember your name in every generation.

It is he who associates the thought of God with wrong things that takes the name of the Lord God in vain, and he who is able to utter rain that cooperates with his hearers in the fruit bearing of their souls, and who addresses words of exhortation that are like dew, and who in the edifying torrent of his words turns upon his listeners showers most helpful or moisture most efficacious is able to do so because he has perceived his need of God as the accomplisher and calls in the real supplier of those things; and everyone who penetrates the very things of God recalls to mind rather than learns the mysteries of piety even when he seems to be told them by another or thinks that he discovers them. And as the suppliant ought at this point to reflect that his asking is for the hallowing of God's name, so in Psalms it is said Let us Exalt His name together, the patriarch enjoining attainment to the true and exalted knowledge of God's peculiar nature with all harmony, in the same mind, and in the same will.

It is exalting the name of God together when, after one has participated in an outflow of deity in having been sustained by God and having overcome his enemies so that they are unable to rejoice over his fall, he exalts the power of God in which he has participated, as is shown in the twenty-ninth psalm by the words: I will exalt you, O Lord, for you have sustained me and not made my enemies to rejoice over me. A man exalts God when he has consecrated to Him a house within himself, since the superscription of the Psalm also runs thus: A Psalm of singing for the consecration of the House of David.

It is further to be observed regarding the clause Hallowed be your Name and its successors in imperative form, that the translators also continually made use of imperatives instead of ablatives, as in the Psalms: Speechless let the guileful lips be, that speak lawlessness against the righteous instead of 'may they be' and Let the creditor search out all his possessions: Let him possess no helper, concerning Judas in the one hundred and eighth; for the whole Psalm is a petition concerning Judas that certain things may befall him.

But Tatian, failing to perceive that let there be does not always signify the ablative but is occasionally also imperative, has most impiously supposed that God said Let there be light in prayer rather than in command that the light should be; since, as he puts it in his godless thought, God was in darkness. In reply to him it may be asked, how is he going to take the other sayings? Let the Earth grow grass, and Let the water below heaven be gathered together, and Let the waters bring forth creeping things with living souls, and Let the earth bring forth a living soul. Is it for the sake of standing upon firm ground that He prays that the water below heaven be gathered together into one meeting place, or for the sake of partaking of the things that grow from the earth that He prays Let the Earth grow . . . ?

What manner of need, to match His need of light; has He of creatures of water, air, and land that He should pray for them also? If even on Tatian's view it is absurd to think of Him as praying for these things which occur in imperative expressions, may the same not be said of Let be there light—that it is an imperative and not an ablative expression? I thought that, in view of the fact that prayer is expressed in imperative forms, some reference was necessary to his perversion for the sake of those—I myself have met with cases who have been misled into accepting his impious teaching.

[24] ”–Ἁγιασθήτω τὸ ὄνομά σου–.„ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ, φανερὸν ὅσον ἐπὶ τῇ λέξει ἐνταῦθα, ὡς μηδέπω –ἁγιασθέντος τοῦ ὀνόματος– τοῦ –πατρὸς–, κελεύεσθαι λέγειν ἡμᾶς κατά γε τὸν Ματθαῖον καὶ τὸν Λουκᾶν τό: „–ἁγιασθήτω τὸ ὄνομά σου–.” καὶ πῶς, εἴποι τις ἂν, ἄνθρωπος ἀξιοῖ –ἁγιάζεσθαι ”τὸ ὄνομα–„ τοῦ θεοῦ ὡς μὴ –ἡγιασμένον–; τί „–τὸ ὄνομα–” τοῦ –πατρὸς– καὶ τί τὸ –ἁγιάζεσθαι– αὐτὸ, κατανοήσωμεν. ”–ὄνομα–„ τοίνυν ἐστὶ κεφαλαιώδης προσηγορία τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου παραστατική: οἷόν ἐστι τὶς ἰδία ποιότης Παύλου τοῦ ἀποστόλου, ἡ μέν τις τῆς ψυχῆς, καθ' ἣν τοιάδε ἐστὶν, ἡ δέ τις τοῦ νοῦ, καθ' ἣν τοιῶνδέ ἐστι θεωρητικὸς, ἡ δέ τις τοῦ σώματος αὐτοῦ, καθ' ἣν τοιόνδε ἐστί. τὸ τοίνυν τούτων τῶν ποιοτήτων ἴδιον καὶ ἀσυντρόχαστον πρὸς ἕτερον (ἄλλος γάρ τις ἀπαράλλακτος Παύλου ἐν τοῖς οὖσιν οὐκ ἔστι) δηλοῦται διὰ τῆς „Παῦλος” ὀνομασίας. ἀλλ' ἐπὶ ἀνθρώπων, οἱονεὶ ἀλλασσομένων τῶν ἰδίων ποιοτήτων, ὑγιῶς κατὰ τὴν γραφὴν ἀλλάσσεται καὶ τὰ ὀνόματα: μεταβαλούσης γὰρ τῆς τοῦ ”Ἀβρὰμ„ ποιότητος, ἐκλήθη „Ἀβραὰμ,” καὶ τῆς τοῦ Σίμωνος, ὁ ”Πέτρος„ ὠνομάσθη, καὶ τῆς τοῦ διώκοντος τὸν Ἰησοῦν „Σαοὺλ,” προσηγορεύθη ὁ ”Παῦλος.„ ἐπὶ δὲ θεοῦ, ὅστις αὐτός ἐστιν ἄτρεπτος καὶ ἀναλλοίωτος ἀεὶ τυγχάνων, ἕν ἐστιν ἀεὶ τὸ οἱονεὶ καὶ ἐπ' αὐτοῦ ὄνομα, τὸ „–ὁ– ὢν” ἐν τῇ Ἐξόδῳ εἰρημένον ἤ τι οὕτως ἂν λεχθησόμενον. ἐπεὶ οὖν περὶ θεοῦ πάντες μὲν ὑπολαμβάνομέν τι, ἐννοοῦντες ἅτινα δή ποτε περὶ αὐτοῦ, οὐ πάντες δὲ ὅ ἐστι (σπάνιοι γὰρ καὶ, εἰ χρὴ λέγειν, τῶν σπανίων σπανιώτεροι οἱ τὴν ἐν πᾶσιν ἁγιότητα καταλαμβάνοντες αὐτοῦ), εὐλόγως διδασκόμεθα τὴν ἐν ἡμῖν ἔννοιαν περὶ θεοῦ ἁγίαν γενέσθαι, ἵν' ἴδωμεν αὐτοῦ τὴν ἁγιότητα κτίζοντος καὶ προνοοῦντος καὶ κρίνοντος καὶ ἐκλεγομένου καὶ ἐγκαταλείποντος ἀποδεχομένου τε καὶ ἀποστρεφομένου καὶ γέρως ἀξιοῦντος καὶ κολάζοντος ἕκαστον κατὰ τὴν ἀξίαν. ἐν τούτοις γὰρ καὶ τοῖς παραπλησίοις, ἵν' οὕτως εἴπω, χαρακτηρίζεται ἰδία ποιότης τοῦ θεοῦ, ἥντινα νομίζω ”–ὄνομα– θεοῦ„ λέγεσθαι κατὰ τὰς γραφὰς, ἐν μὲν τῇ Ἐξόδῳ: „οὐ λήψῃ –τὸ ὄνομα– κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ” ἐν δὲ τῷ Δευτερονομίῳ: ”προσδοκάσθω ὡσεὶ ὑετὸς τὸ ἀπόφθεγμά μου, καταβήτω ὡσεὶ δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον: ὅτι –ὄνομα– κυρίου ἐκάλεσα,„ ἐν δὲ ψαλμοῖς: „μνησθήσονται τοῦ –ὀνόματός σου– ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.” ὅ τε γὰρ οἷς μὴ δεῖ ἐφαρμόζων τὴν ἔννοιαν τοῦ θεοῦ λαμβάνει ”–τὸ ὄνομα– κυρίου τοῦ θεοῦ„ „ἐπὶ ματαίῳ,” ὅ τε δυνάμενος ἀποφθέγξασθαι ὑετὸν, τοῖς ἀκούουσι συνεργοῦντα τῇ καρποφορίᾳ τῶν ψυχῶν αὐτῶν, καὶ ῥήματα δρόσῳ ἐοικότα παρακλητικὰ προσαγόμενος τῇ τε ῥύμῃ τῆς οἰκοδομῆς τῶν λόγων ὄμβρον ὠφελιμώτατον ἐπάγων τοῖς ἀκροαταῖς ἢ νιφετὸν ἀνυσιμώτατον, διὰ τοῦτο ταῦτα δύναται. ταῦτα ἐπινοήσας ἑαυτὸν δεόμενον θεοῦ τοῦ τελειοῦντος καλεῖ παρ' ἑαυτὸν τὸν τῶν προειρημένων κυρίως χορηγόν: πᾶς τε τρανῶν καὶ τὰ περὶ τοῦ θεοῦ ὑπομιμνήσκεται μᾶλλον ἢ μανθάνει, κἂν ἀπό τινος ἀκούειν δοκῇ ἢ εὑρίσκειν νομίζῃ τὰ τῆς θεοσεβείας μυστήρια. ὥσπερ δὲ τὰ ἐνθάδε δεῖ νοεῖν τὸν εὐχόμενον, αἰτεῖν αὐτὸν –ἁγιασθῆναι ”τὸ ὄνομα–„ τοῦ θεοῦ: οὕτως ἐν ψαλμοῖς τὸ „ὑψώσωμεν –τὸ ὄνομα– αὐτοῦ ἐπὶ τὸ αὐτὸ” λέγεται, προστάσσοντος τοῦ προφήτου μετὰ πάσης συμφωνίας ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ φθάσαι ἐπὶ τὴν ἀληθῆ καὶ ὑψηλὴν γνῶσιν τῆς ἰδιότητος τοῦ θεοῦ. τοῦτο γάρ ἐστι τὸ ὑψοῦν ”–τὸ ὄνομα–„ τοῦ θεοῦ „ἐπὶ τὸ αὐτὸ,” –ὅτε– μεταλαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν, ἐφησθῆναι πτώσει αὐτοῦ μὴ δυναμένων, ὑψοῖ αὐτὴν τὴν δύναμιν, ἧς μετείληχε, θεοῦ: ὅπερ δηλοῦται ἐν εἰκοστῷ ἐνάτῳ ψαλμῷ διὰ τοῦ ”ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ –οὐκ– εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί.„ ὑψοῖ δέ τις τὸν θεὸν, ἐγκαινίσας αὐτῷ οἶκον ἐν ἑαυτῷ, ἐπεὶ καὶ ἡ –ἐπι–γραφὴ τοῦ ψαλμοῦ οὕτως ἔχει: „ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυΐδ.” ἔτι περὶ τοῦ ”–ἁγιασθήτω τὸ ὄνομά σου–„ καὶ τῶν ἑξῆς προστακτικῷ χαρακτῆρι εἰρημένων λεκτέον ὅτι συνεχῶς προστακτικοῖς ἀντὶ εὐκτικῶν ἐχρήσαντο καὶ οἱ ἑρμηνεύσαντες, ὡς ἐν τοῖς ψαλμοῖς: „ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν,” ἀντὶ τοῦ γενηθείη καὶ ”ἐξερευνησάτω δανειστὴς πάντα τὰ ὑπάρχοντα αὐτῷ:„ „μὴ ὑπαρξάτω αὐτᾷ ἀντιλήπτωρ” ἐν τῷ ἑκατοστῷ ὀγδόῳ περὶ Ἰούδα: ὅλος γὰρ ὁ ψαλμὸς αἴτησίς ἐστι περὶ Ἰούδα, ἵνα τάδε τινὰ αὐτῷ συμβῇ. μὴ συνιδὼν δὲ ὁ Τατιανὸς τὸ ”γενηθήτω„ οὐ πάντοτε σημαίνειν τὸ εὐκτικὸν ἀλλ' ἔσθ' ὅπου καὶ προστακτικὸν, ἀσεβέστατα ὑπείληφε περὶ τοῦ εἰπόντος „γενηθήτω φῶς” θεοῦ, ὡς εὐξαμένου μᾶλλον ἤπερ προστάξαντος γενηθῆναι τὸ φῶς: ”ἐπεὶ,„ ὥς φησιν ἐκεῖνος ἀθέως νοῶν, „ἐν σκότῳ ἦν ὁ θεός.” πρὸς ὃν λεκτέον, πῶς ἐκλήψεται καὶ τὸ ”βλαστησάτω ἡ γῆ βοτάνην χόρτου„ καὶ „συναχθήτω τὸ ὕδωρ –τὸ– ὑποκάτω τοῦ οὐρανοῦ” καὶ ”ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν„ καὶ „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.” ἆρα γὰρ ὑπὲρ τοῦ ἐπὶ ἑδραίου στῆναι εὔχεται συναχθῆναι ”τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν,„ ἢ ὑπὲρ τοῦ μεταλαβεῖν τῶν βλαστανόντων ἀπὸ γῆς εὔχεται τὸ „βλαστησάτω ἡ γῆ”; ποίαν δὲ χρείαν ὁμοίαν ἔχει τῷ χρῄζειν φωτὸς τῶν ἐνύδρων καὶ πτηνῶν ἢ χερσαίων, ἵνα καὶ περὶ τούτων εὔχηται; εἰ δὲ καὶ κατ' αὐτὸν ἄτοπον τὸ περὶ τούτων εὔχεσθαι, προστακτικαῖς ὀνομασίαις εἰρημένων, πῶς οὐ τὸ ὅμοιον λεκτέον καὶ περὶ τοῦ ”γενηθήτω φῶς,„ ὡς μὴ εὐκτικῶς ἀλλὰ προστακτικῶς εἰρημένου; ἀναγκαίως δέ μοι ἔδοξεν, ἐν ταῖς προστακτικαῖς φωναῖς εἰρημένης εὐχῆς, ὑπομνησθῆναι τῶν παρεκδοχῶν αὐτοῦ διὰ τοὺς ἠπατημένους καὶ παραδεξαμένους τὴν ἀσεβῆ διδασκαλίαν αὐτοῦ, ὧν καὶ ἡμεῖς ποτε πεπειράμεθα.