1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

15

ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅ γε καὶ ἐδυσφόρει ἐπὶ τῇ τῶν βαρβάρων ἀλαζονείᾳ καὶ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ' ἀνδρειότα τον ἐν τοῖς μάλιστα καὶ ἀρίδηλον νίκας τε πολλὰς ἀναδησάμενον καὶ οἷον οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ εὐβου λίας τῇ ῥώμη. 11 τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ μὴν ὥσπερ οἱ πολλοὶ κατεπέπληκτό γε καὶ ἐδεδίει, ἀλλὰ καὶ τὸ ἀμφ' 30 αὑτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι. 16. Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅ γε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βεβουλευμένα καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. 2 ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ. 3 τότε δὴ οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατιᾶς ἔλεξε τοιάδε· «Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν καὶ διὰ παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καὶ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι ξυμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς καὶ τὰς ἐλπίδας ἀμβλύνει. 4 ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ' ὡς ῥᾴδιον ὂν μεταβολὴν γίγνεσθαι τῶν παρόντων οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσι τρόπου ἥδιστον μὲν ἡ εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρόν, εἴ που τυχὸν καὶ παρὰ γνώμην σφαλεῖεν. 5 ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾶν συνηθείᾳ καὶ μηδέποτε διαμαρτεῖν οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον ἐφ' ἑαυτῷ σκοπήσοιτε τὸ πραχθέν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτον δεινόν, ὁπόσον ἄλλως ἡγεῖσθε. 6 εἰ γὰρ καὶ Φούλκαρις ὁ στρατηγός, ἅτε δὴ βάρβαρος καὶ τὸ προπετὲς ἐπιχω 31 ριάζων, πρὸς τοσαῦτα πολέμια πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας μετέσχεν ἐκείνων εἰκότως, ὧνπερ ἀκόλουθον ἦν, ἀλλ' ὑμῖν, ὦ ἄνδρες, οὐδ' ὣς ἀποκνητέον τὰ νῦν οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. 7 αἰσ χρὸν γάρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς διαρρυέντος, οἱ δὲ καὶ ξυμμαχίας ἐπάγονται καὶ μείζονας ἡμῖν ἐγείρουσι πόνους καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσ θαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, ἀποβαλόντες τὴν προθυμίαν. 8 καί τοι χαίρειν ἡμῖν μᾶλλον ἐπὶ τῷ γεγενημένῳ προσήκει. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς εὐτυχίας κεκόλασται καὶ τὸ λίαν διαφθονεῖσθαι πεφεύγαμεν, καὶ τὸ λοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας ὡς ἐνθέν δε πάλιν νικᾶν ἀρχομένοις. 9 εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέ μιον, ἀλλ' εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, περιεσό μεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας καὶ τῶν ἐπιτηδείων ὥσπερ εἰκὸς ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴ που δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις· οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. 10 οὕτω παντα χόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή τί γε καὶ δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορ κίας καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προ θυμίᾳ παρεσκευάσθω.»