15
βαρβάροις κατὰ τὸ ὁμοδίαιτον προσεχώρουν. 8 τὰ δὲ τῶν Ῥωμαίων στρατεύματα, ὧν δὴ Ἰωάννης τε ὁ Βιταλιανοῦ, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ τε Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβεντίαν μετανέστησαν τὴν πόλιν. 9 ᾤοντο γὰρ οἱ στρατηγοὶ οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν Πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος καὶ ὅτι παραλόγως εὐημερήσαντες οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἵ τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ ἤδη φρούρια ἐχυ ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. 10 ταῦτα ἄρα οἱ στρατηγοὶ ὡς πλησιαίτατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῇ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅ γε καὶ ἐδυσφόρει ἐπὶ τῇ τῶν βαρβάρων ἀλαζονείᾳ καὶ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ' ἀνδρειότατον ἐν τοῖς μάλιστα καὶ ἀρίδηλον νίκας τε πολλὰς ἀναδησάμενον καὶ οἷον οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ εὐβουλίας τῇ ῥώμη. 11 τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ μὴν ὥσπερ οἱ πολλοὶ κατεπέπληκτό γε καὶ ἐδεδίει, ἀλλὰ καὶ τὸ ἀμφ' 30 αὑτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι.
16. Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅ γε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βεβουλευμένα καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. 2 ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ. 3 τότε δὴ οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατιᾶς ἔλεξε τοιάδε· «Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν καὶ διὰ παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καὶ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι ξυμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς καὶ τὰς ἐλπίδας ἀμβλύνει. 4 ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ' ὡς ῥᾴδιον ὂν μεταβολὴν γίγνεσθαι τῶν παρόντων οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσι τρόπου ἥδιστον μὲν ἡ εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρόν, εἴ που τυχὸν καὶ παρὰ γνώμην σφαλεῖεν. 5 ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾶν συνηθείᾳ καὶ μηδέποτε διαμαρτεῖν οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον ἐφ' ἑαυτῷ σκοπήσοιτε τὸ πραχθέν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτον δεινόν, ὁπόσον ἄλλως ἡγεῖσθε. 6 εἰ γὰρ καὶ Φούλκαρις ὁ στρατηγός, ἅτε δὴ βάρβαρος καὶ τὸ προπετὲς ἐπιχω 31 ριάζων, πρὸς τοσαῦτα πολέμια πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας μετέσχεν ἐκείνων εἰκότως, ὧνπερ ἀκόλουθον ἦν, ἀλλ' ὑμῖν, ὦ ἄνδρες, οὐδ' ὣς ἀποκνητέον τὰ νῦν οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. 7 αἰσχρὸν γάρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς διαρρυέντος, οἱ δὲ καὶ ξυμμαχίας ἐπάγονται καὶ μείζονας ἡμῖν ἐγείρουσι πόνους καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσ θαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, ἀποβαλόντες τὴν προθυμίαν. 8 καί τοι χαίρειν ἡμῖν μᾶλλον ἐπὶ τῷ γεγενημένῳ προσήκει. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς