βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπορούντων δὲ πάντων περὶ τοῦ τόπου, καὶ ἄλλων ἄλλως ἐξ ὑποψίας διηγουμένων, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καὶ σπουδαιότερον εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσ φέρειν. Τούτου δὲ γενομένου εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαί μονος ὁ ναὸς καὶ τὸ ἄγαλμα. Τότε ἡ βασίλισσα τῇ βα σιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολ λῶν τεχνιτῶν καὶ ἐργατῶν ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸν τῆς δαίμονος ναὸν, καὶ τούτου γενομένου ἀνεφάνη τὸ θεῖον μνῆμα, καὶ ὁ τόπος τοῦ Κρανίου, καὶ μὴ μήκοθεν τρεῖς σταυροὶ κεχωσμένοι· ἐπιμελῶς δὲ ἐρευνήσαντες εὗρον καὶ τοὺς ἥλους. Ἐκεῖθεν λοιπὸν ἀμηχανία καὶ θλίψις κατέλαβε τὴν βασιλίδα, ἐπιζητοῦσαν ποῖος ἄρα ἦν ὁ ∆εσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος διὰ πίστεως τὴν ἀμφιβο λίαν ἔλυσε. Γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐπιφανῶν, καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα πνεούσῃ προσαγαγὼν ἕκαστον τῶν σταυρῶν, τὸν ζη 4064 τούμενον εὗρεν μόνον· ὡς ἤγγισε γὰρ ἡ σκιὰ τοῦ σωτηρίου τῇ θανούσῃ, ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησε, μεγάλῃ τῇ φωνῇ δοξάζουσα τὸν Θεόν. Ἡ δὲ βασίλισσα μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀνελομένη τὸν ζωοποιὸν σταυρὸν, μέρος μέντοι σὺν τοῖς ἥλοις ἀνεκόμισε πρὸς τὸν παῖδα, τὸ δὲ λοιπὸν, γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως εἰς μνημόσυνον πάσαις γενεαῖς. Καὶ θεσπίσασα ἐκκλησίαν γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καὶ ἐν τῷ ἁγίῳ Γολγοθᾶ, καὶ ἐν τῇ Βηθλεὲμ, ἔνθα ὁ Κύριος τὴν κατὰ σάρκα γέννησιν ἐτέχθη, καὶ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τοὺς μαθητὰς ἀνελήφθη, καὶ ἄλλα πολλὰ καλὰ ποιήσασα, ἀνέστρεψε πρὸς τὸν παῖδα. Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος, τὴν μὲν τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμενος παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιασιαίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ σταυροῦ προστάξας. Τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἰδίαν περικεφαλαίαν ἀνεχάλκευσε, τοὺς δὲ ἀνέμιξε τῷ σαλιβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι.» Ὁ δὲ βασιλεὺς ἔγραψε τῷ ἐπισκόπῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομὴν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοσαύτην καλλονὴν ἐν πάσῃ τῇ γῇ. Ἔγραψε δὲ καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας, παντοίως συνεπιλαβεῖν τοῦ ἔργου ἐκ τῶν δημοσίων πραγμάτων ἔν τε χρήμασι καὶ ἀναλώμασι καὶ ὕλαις. Ἦν δὲ τότε ὁ βασιλεὺς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τὴν ἑορτὴν, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ. Συνάγονται δὲ ἔτη ἀπὸ μὲν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ ἔτη τριακόσια πεντήκοντα δύο, ἀπὸ δὲ Ἀδὰμ ἕως τοῦ Χριστοῦ παρουσίας ἔτη πεντακισχίλια καὶ τετρακό σια ἑβδομήκοντα πέντε. Ἐν δὲ Αἰλίᾳ τὸν Μακάριον ἐπίσκοπον διεδέξατο Μαξιμωνᾶς· οὗτος δὲ πρᾶος ἀνὴρ καὶ ἐπίσημος· ἐν γὰρ τῷ διωγμῷ πολλοὺς βασάνους ὑπέμεινε, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἐκκοπεὶς ἀπελύθη. Καὶ ἐν τού τοις τελευτᾷ ἡ μακαρία Ἑλένη ἐτῶν οὖσα πʹ. πολλὰ ἐντειλαμένη τῷ παιδὶ περὶ τῆς εἰς Χριστὸν εὐσεβείας. Μαθὼν δὲ ὁ βασιλεὺς ὅτι τέλος ἔσχεν ἡ οἰκοδομὴ τῆς νέας Ἱερουσαλὴμ, ἐκέλευσε τῷ ἐπι σκόπῳ καταλαβεῖν αὐτὴν καὶ συγκροτῆσαι σύν οδον πλειόνων ἐπισκόπων καὶ ἐγκαινιάσαι τοὺς ἁγίους τόπους. Οὗτος δὲ ἦν Εὐσέβιος ὁ Νικομηδείας, ὁ τῶν Ἀρειανῶν δογμάτων ἀντεχόμενος. Οὗτος 4065 ἀναθεματισθεὶς ἐν τῇ Νικαέων μετὰ τῶν συνθρό νων αὐτοῦ καὶ ἐξορισθεὶς, μετὰ χρόνον δὲ τὴν φιλανθρωπίαν τοῦ βασιλέως εἰς ἐφόδιον λαβόντες, χαρτίον βασιλικὸν ἀνήνεγκαν τῷ βασιλεῖ, ὀμνύοντες, ὅτιπερ
15