15
πεπιστευμέ νον, μεταβαίνειν δὲ εἰς τὴν μὴ ἐγχειρισθεῖσαν, ἵνα τῆς μὲν παρὰ θεοῦ δοθείσης κατα 25.3 φρονῇ, τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ἀγαπήσῃ. οὐκοῦν, ἀγαπητοί, ἔδει ἀπαν τῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα καὶ τέλος λάβῃ τὸ πρᾶγμα· τοῦτο γὰρ ὁ λόγος ἀπ αιτεῖ. ἀλλ' ἴσως ἡ προθεσμία ἐνεπόδισε· γράψαντες γὰρ ἐμέμψασθε, ὅτι «στενὴν τὴν προ θεσμίαν τῆς συνόδου» ὡρίσαμεν, ἀλλὰ καὶ τοῦτο, ἀγαπητοί, πρόφασίς ἐστιν. εἰ μὲν γὰρ ἐρχομένους τινὰς συνέκλεισεν ἡ ἡμέρα, στενὸν ἂν τὸ διάστημα τῆς προθεσμίας ἠλέγχθη, εἰ δὲ οἱ ἐλθεῖν μὴ βουλόμενοι κατεσχήκασι καὶ τοὺς πρεσβυτέρους ἕως αὐτοῦ τοῦ Ἰαννου 25.4 αρίου μηνός, μὴ θαρρούντων ἐστὶν ἡ πρόφασις. ἦλθον γὰρ ἄν, ὡς προεῖπον, εἰ ἐθάρρουν, οὐ πρὸς τὸ διάστημα τῆς ὁδοῦ σκοποῦντες οὐδὲ πρὸς τὴν προθεσμίαν ὁρῶντες, ἀλλ' ἐπὶ τοῖς δικαίοις καὶ τοῖς εὐλόγοις παρρησιαζόμενοι. ἀλλ' ἴσως διὰ τὸν καιρὸν οὐκ ἀπήν τησαν. τοῦτο γὰρ γράφοντες πάλιν ἐδηλώσατε, ὡς ἄρα ἔδει ἡμᾶς «σκοπήσαντας τὸν ἐπὶ τῆς Ἑῴας καιρὸν» μὴ προτρέψασθαι ὑμᾶς ἀπαντῆσαι. εἰ μὲν οὖν διὰ τὸ τοιοῦτον εἶναι τὸν καιρὸν οὐκ ἀπηντήσατε, ὥς φατε, ἔδει προτέρους ὑμᾶς τὸν καιρὸν τοῦτον σκοπήσαντας μὴ αἰτίους σχίσματος μηδὲ ὀλολυγῆς καὶ θρήνων ἐν ταῖς ἐκκλησίαις γενέσθαι. νῦν δὲ οἱ ταῦτα πεποιηκότες ἔδειξαν μὴ τὸν καιρὸν αἴτιον, ἀλλὰ τὴν προαίρεσιν τῶν μὴ θελη σάντων ἀπαντῆσαι.
26.1 Θαυμάζω δὲ κἀκεῖνο τὸ μέρος τῆς ἐπιστολῆς, πῶς ὅλως κἂν ἐγράφη παρ' ὑμῶν ὅτι δὴ «τοῖς περὶ Εὐσέβιον μόνοις καὶ οὐ πᾶσιν ὑμῖν» μόνος ἔγραψα· εὐχέρειαν γὰρ τῶν μεμψαμένων μᾶλλον ἄν τις εὕροι ἤπερ ἀλήθειαν. ἐγὼ γὰρ οὐκ ἄλλοθεν λαβὼν κατὰ Ἀθανασίου γράμματα ἢ διὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἐκείνοις ἀνάγκῃ ἔγραψα τοῖς καὶ γράψασι κατ' αὐτοῦ. ἔδει τοίνυν ἢ τοὺς περὶ Εὐσέβιον μὴ μόνους χωρὶς πάντων ὑμῶν γράψαι ἢ ὑμᾶς, οἷς μὴ ἔγραψα, μὴ λυπεῖσθαι, εἰ ἐκείνοις ἐγράφη τοῖς καὶ γράψασιν. 26.2 εἰ γὰρ ἐχρῆν καὶ πᾶσιν ὑμῖν ἐπιστεῖλαι, ἔδει καὶ ὑμᾶς σὺν ἐκείνοις γράψαι. νῦν δὲ τὸ ἀκόλουθον σκοποῦντες ἐκείνοις ἐγράψαμεν τοῖς καὶ δηλώσασιν ἡμῖν καὶ τοῖς ἀποστείλασι πρὸς ἡμᾶς. εἰ δὲ καὶ τὸ μόνον ἐμὲ γεγραφέναι ἐκείνοις ἐκίνησεν ὑμᾶς, ἀκόλουθόν ἐστιν ὑμᾶς ἀγανακτεῖν, ὅτι καὶ μόνῳ ἐμοὶ ἔγραψαν. ἀλλὰ καὶ ἐν τούτῳ πιθανὴ μὲν καὶ οὐκ ἄλογος ἡ πρόφασις, ἀγαπητοί, ὅμως δὲ γνωρίσαι ὑμῖν ἀναγκαῖον ὅτι, εἰ καὶ μόνος ἔγραψα, ἀλλ' οὐκ ἐμοῦ μόνου ἐστὶν αὕτη ἡ γνώμη ἀλλὰ καὶ πάντων τῶν κατὰ τὴν Ἰτα λίαν καὶ τῶν ἐν τούτοις τοῖς μέρεσιν ἐπισκόπων. καὶ ἔγωγε τοὺς πάντας οὐκ ἠθέλησα 26.3 ποιῆσαι γράψαι, ἵνα μὴ παρὰ πολλῶν τὸ βάρος ἔχωσιν. ἀμέλει καὶ νῦν τῇ ὁρισθείσῃ προθεσμίᾳ συνῆλθον ἐπίσκοποι καὶ ταύτης τῆς γνώμης γεγόνασιν, ἣν πάλιν γράφων ὑμῖν σημαίνω, ὥστε, ἀγαπητοί, εἰ καὶ μόνος ἐπιστέλλω, ἀλλὰ πάντων γνώμην εἶναι ταύτην γινώσκετε. ταῦτα μὲν οὖν περὶ τοῦ μὴ εὐλόγως τινὰς ἐξ ὑμῶν προφάσεις, ἀλλὰ ἀδίκους καὶ ὑπόπτους πορίσασθαι.
27.1 Περὶ δὲ τοῦ μὴ εὐχερῶς μηδὲ ἀδίκως ἡμᾶς ὑποδεδέχθαι εἰς κοινωνίαν τοὺς συν επισκόπους ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον, εἰ καὶ τὰ προλεχθέντα ἱκανά, ὅμως διὰ βραχέων εὔλογον ὑμῖν δεῖξαι. ἔγραψαν οἱ περὶ Εὐσέβιον πρότερον κατὰ τῶν περὶ Ἀθα νάσιον, ἐγράψατε δὲ καὶ νῦν ὑμεῖς, ἔγραψαν δὲ καὶ πλεῖστοι ἐπίσκοποι ἀπὸ τῆς Αἰγύπ 27.2 του καὶ ἐξ ἄλλων ἐπαρχιῶν ὑπὲρ Ἀθανασίου. πρῶτον μὲν οὖν τὰ κατ' αὐτοῦ γράμ ματα παρ' ὑμῶν μάχεται πρὸς ἑαυτὰ καὶ οὐδεμίαν συμφωνίαν ἔχει τὰ δεύτερα πρὸς τὰ πρῶτα, ἀλλ' ἐν πολλοῖς τὰ πρῶτα ὑπὸ τῶν δευτέρων λύεται καὶ τὰ δεύτερα ὑπὸ τῶν πρώτων διαβάλλεται· ἀσυμφώνων δὲ ὄντων τῶν γραμμάτων οὐδεμία πίστις περὶ τῶν λεγομένων ἐστίν. ἔπειτα, εἰ τοῖς παρ' ὑμῶν γραφεῖσιν ἀξιοῦτε πιστεύειν, ἀκόλουθόν ἐστι καὶ τοῖς ὑπὲρ αὐτοῦ γράψασι μὴ ἀπιστῆσαι, καὶ μάλιστα ὅτι ὑμεῖς μὲν πόρρωθεν, ἐκεῖνοι δὲ ἐν τοῖς τόποις ὄντες καὶ εἰδότες τὸν ἄνδρα καὶ τὰ ἐκεῖ γινόμενα πράγματα γρά φουσι μαρτυροῦντες αὐτοῦ τῷ βίῳ καὶ