ὁ υἱὸς ∆αβὶδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ' αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν· ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχιὰς ὁ Σηλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδώ. Ἀβιοῦ υἱὸς αὐτοῦ ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία, ὡς ∆αβὶδ, ἀλλὰ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσσᾶ υἱὸςαὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλ' ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμῆ. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ·καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλοίων πραγματείαν. Ἐπὶ τούτου ἦσαν προφῆ ται Ἠλίας, Ἐλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦἈναμῆ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιαδᾶ ὁτοῦ Ὠδιᾶ ἀπὸ Μαρίσης. Ἰωρὰμ υἱὸς αὐτοῦ ἔτη ηʹ· καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος.Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ· καὶ ἐποίησε τὸ πονηρόν. Μετ' αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώ τισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν 28.324 οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευεν Ἀζαρίας [Ζαχαρίας] υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησεν ἐν ἀρχῇ τὸ εὐθὲς, ἀλλ' οὐχ ὡς ∆αβίδ· ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται· ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι, Ἀμεσίας, πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας, αὐτός ἐστιν Ὀζίας, ἔτη νβʹ· καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ Πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιάσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. ∆ιὸ καὶ ἐλεπρώθη, ἀκούσας· «Οὐ σοὶ, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις.» Ἐπὶ τούτου προεφήτευσεν Ἡσαΐας. Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ, υἱὸς αὐτοῦ, ἔτη ιʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίαςυἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ∆αβὶδ τελείως. Οὗτος καθεῖλε τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης, οἱ Ἀσσύριοι, βλασφημοῦντες, ἐπατάχθησαν μὲν αὐτοὶ μετὰ ταῦτα, ἐν μιᾷ δὲ νυκτὶ χιλιάδες ρπεʹ. Ἐξελθὼν ἄγγελος ἀνεῖλε. Νοσήσας δὲ Ἐζεκίας, καὶ μέλλων ἀπο θνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ· καὶ ἐποίησε τὸ πονηρόν. Οἷα γὰρ κατ έσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε· καὶ γέ γονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδα, ὥστε καὶ δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ' αὐτοῦ ἐλέχθη· «Ὃς ἐξήμαρτε τὸν Ἰούδαν·» διὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν ταῖς Παραλιπομέναις γέγραπται, μετανοήσαντα αὐτὸν ἐπέστρεψεν ὁ Θεὸς εἰς τὴν Ἱε ρουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας· με τανοῶν τε καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει ∆αβίδ· ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, ἐν κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς· καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πα τὴρ αὐτοῦ.
15