ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀναλαβὼν, τὸν τύπον εἰς ἀλήθειαν ἐκφέρει λέγων· «Καὶ καθὼς ἐποίησεν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέ ρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ ποιῆσαι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς.» Ὅτι ἡ Τριὰς ὁμοούσιος. Τί ἐστι Θεός; Ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστολον, λέγοντα· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γενητῶς, καὶ τὸ Πνεῦμα ἐξ 28.73 αὐτοῦ ἐκπορευτῶς. Εἶτα πᾶσα ἡ κτίσις διὰ τοῦ Λόγου ἐν Πνεύματι συνέστη δημιουργικῶς. Ὅτι τὸ βλασφημῆσαι εἰς τὸν Υἱὸν εἰς τὴν ἁγίαν Τριάδα βλασφημῆσαί ἐστι. Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ Κυρίου λόγος καθέ στηκεν, ὁ φάσκων· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφε θήσεται τοῖς ἀνθρώποις· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τούτῳ τῷ αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» ∆ιὰ τοῦτο παρ αινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος, λέγων, ὅτι τὸ γράμ μα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέ σμους βλασφημίας περιπίπτομεν· οἷόν ἐστι καὶ τὸ προ κείμενον ἡμῖν τοῦ Κυρίου λόγιον· ὅπερ ἐὰν κατὰ ξη ροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπεσούμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρήσομεν. Ἐὰν γὰρ ὃς δ' ἂν εἴ πῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· «Ὁ ἀπαρνησάμενός με ἔμπρο σθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι κἀγὼ αὐτὸν ἔμ προσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·» καὶ πάλιν, ἐὰν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώ ποις, καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν· πῶς ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός; πῶς δὲ καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μα λακοὶ, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασι λείαν Θεοῦ κληρονομήσουσι.» Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν τοῦτο ἀλη θὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως, ἐν οἷς φησι συγχώ ρησιν πάσης ἁμαρτίας γενέσθαι καὶ τοῖς ἀνθρώποις καὶ τοῖς δαίμοσι παρὰ Θεοῦ; Πάλιν τε, ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχῃ συγχώρη σιν, τί μέμφεται ἡ Ἐκκλησία Νουάτον ἀποβαλλόμε νον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατά ληπτον ἐκεῖνό ἐστιν, ὅτι ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος, οὐκ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ πῶς Υἱὸς λέγει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα;» Καὶ πά λιν ἐνταῦθά φησιν, ὅτι «Ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ;» Ἆρα οὖν, εἰπέ μοι, συγχωρηθήσεται ἡ εἰς τὸν Υἱὸν βλασφημία τοῖς Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ Φωτεινια 28.76 νοῖς, καὶ τοῖς λοιποῖς πᾶσι, τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας! Εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης ἐκβληθήσεται ὁ λέγων τὸν Θεὸν αὐτοῦ κτίσμα, καὶ οὐχὶ Θεοῦ Υἱὸν, ἀλλὰ δοῦλον, καὶ ὑπουργὸν, καὶ μικρόν; Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι «Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα οὐκ ἔχει ζωὴν αἰώνιον;» Πῶς δὲ καὶ δύναταί τις, ἀτιμάζων τὸν Υἱὸν, μὴ βλασφημεῖν εἰς τὴν Τριάδα; Ὁ δὲ εἰς αὐτὴν βλασφημῶν δηλονότι ἀπαρνεῖται τὸ ἅγιον βάπτισμα. Ὁ δὲ τὸ ἅγιον βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ
15