μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνησικακία, ὥσπερ ἐναποπαγεῖσα τῇ ψυχῇ, θηρίου αὐτὴν δεινοτέραν ποιεῖ· καὶ κύων μὲν, κατά τινος ἐκμανεὶς, ὑπὸ τῆς τροφῆς θωπευθεὶς, με ταβάλλεται τῆς ὀργῆς· καὶ τἄλλα δὲ θηρία ὑπὸ τῆς συνηθείας μειλίσσεται· ὁ δέ γε τῇ μνησικακίᾳ κρα τούμενος οὐ παρακλήσει πείθεται, οὐ τροφῇ πραΰνε ται, οὔτε μὴν ὁ πάντα μεταβάλλων χρόνος τὸ πάθος τούτου ἰάσατο. Οὗτοι οὖν ἀσεβέστατοι πάντων εἰσὶ καὶ ἀνομώτατοι. Οὐ γὰρ ὑπακούουσι τοῦ Σωτῆρος 28.1525 λέγοντος, ὡς Ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελ φῷ σου· καὶ οὕτω πρόσαγε τὸ δῶρόν σου· καὶ ἀλλαχοῦ· Μὴ ἐπιδυέτω, φησὶν, ὁ ἥλιος ἐπὶ παρορ γισμῷ ὑμῶν. Καλὸν μὲν οὖν τὸ μὴ ὀργισθῆναι· εἰ δὲ καὶ γέ νηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συν εχώρησεν, εἶπε γὰρ μὴ ἐπιδῦναι τὸν ἥλιον. Σὺ δὲ ἐκδέχῃ, ἕως ἂν ὁ πᾶς σου χρόνος δύῃ. Οὐκ οἶδας εἰ πεῖν· Ἀρκεῖ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; Οὐκ αὐτὸς ἦν ὁ ἀδικήσας, ἀλλ' ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νο σοῦντα· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, δυνατέ; Περὶ ὑμῶν τοῦτο ὁ ψαλμὸς ἐβόησεν· Ἀνομίαν γὰρ, φησὶν, ὅλην τὴν ἡμέραν· τουτέστι, πάντα τὸν τῆς ζωῆς σου χρό νον παρακούεις τοῦ νομοθέτου τοῦ λέγοντος· Μὴ ἐπι δυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Φησὶ δὲ, ὡς Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· οὐ παύῃ γὰρ βλασφημῶν τὸν ἀδελφόν σου. Ὅθεν δικαία σοι ἡ τιμωρία παρ' αὐτοῦ τοῦ Ὑμνῳδοῦ ἐκ τοῦ Πνεύματος προσφέρεται· ∆ιὰ τοῦτο γὰρ, φησὶν, ὁ Θεὸς καθ ελεῖ σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ταῦτα τῷ μνησικάκῳ τὰ δῶρα· ταῦτα τῆς κακίας τὰ ἔπαθλα. Φυλάττεσθαι οὖν δέον ἀπὸ μνησικακίας· πολλὰ γὰρ αὐτῇ ἀκολουθοῦσι δεινὰ, φθόνος, λύπη, καταλα λιά. Θανατηφόρος ἡ τούτων κακία, κἂν μικρὰ δοκῇ τυγχάνειν. Ταῦτα μὲν γὰρ ὥσπερ βέλη λεπτὰ τοῦ ἐχθροῦ τυγχάνουσι. Καὶ πολλάκις τὰ ἀπὸ διστόμου μαχαίρας καὶ μείζονος ξίφους τραύματα, οἷά ἐστι πορνεία καὶ πλεονεξία, καὶ φόνος, ἰάθησαν πολλάκις διὰ τοῦ σωτηρίου φαρμάκου τῆς μετανοίας· ὑπερ ηφανία δὲ, ἢ μνησικακία, ἢ καταλαλιὰ, ὥσπερ μικρὰ δοκοῦντα εἶναι βέλη, λανθανόντως ἀνεῖλαν, κατὰ τῶν καιριωτέρων τῆς ψυχῆς μορίων παγέντα. Ταῦτα δὲ οὐ τῷ μεγέθει ἀναιρεῖ τῆς πληγῆς, ἀλλὰ τῇ ἀμελείᾳ τῶν τρωθέντων· ὡς μηδενὸς γὰρ ὄντων καταφρονή σαντες τῆς τε καταλαλιᾶς καὶ τῶν λοιπῶν, κατὰ μι κρὸν ὑπ' αὐτῶν διεφθάρησαν. Βαρὺ οὖν καὶ μοχθηρὸν ἡ καταλαλιά· τροφὴ γὰρ καὶ ἀνάπαυλά τινων ἀνθρώπων τυγχάνει. Σὺ δὲ μὴ παραδέξῃ ἀκοὴν ματαίαν, μὴ τῶν ἀλλοτρίων κα κῶν δοχεῖον γένῃ. Ἀπέριττον σεαυτοῦ τὴν ψυχὴν παρα σκεύαζε. Ὑποδεξαμένη γὰρ τὴν δυσώδη τῶν λόγων ἀκαθαρσίαν, κηλίδας τῇ εὐχῇ σου προσάξεις διὰ τῶν λογισμῶν, καὶ ἀναιτίως μισήσεις τοὺς ἐντυγχάνοντας. Καταβαφείσης γάρ σου τῆς ἀκοῆς ὑπὸ τῆς τῶν κακο λογούντων ἀπανθρωπίας, ἀγεννῶς πᾶσιν ἐνατενίσεις· καθάπερ ὁ ὀφθαλμὸς, χρώματι ἀκρατέστερον προλη φθεὶς, ἀδιάκριτον ἔχει περὶ τὰ ὁρώμενα τὴν φαντα σίαν. ∆εῖ οὖν φυλάττεσθαι τὴν γλῶτταν καὶ τὴν ἀκοὴν, πρὸς τὸ μήτε λέγειν τι τοιοῦτον, μήτε ἀκούειν ἐμπαθῶς. Γέγραπται γὰρ, ὡς Μὴ ἀκοὴν ματαίαν 28.1528 παραδέξασθαι· καὶ, Τὸν καταλαλοῦντα λάθρα τῷ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ἐν δὲ τῷ Ψαλμῳδῷ φησιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Ἡμεῖς δὲ καὶ τὰ μὴ ἔργα λαλοῦμεν. ∆έον οὖν μὴ πιστεύειν τοῖς λεγομέ νοις, μήτε μὴν κατακρίνειν τοὺς λέγοντας· ἀλλὰ κατὰ τὴν θείαν Γραφὴν ποιεῖν καὶ λέγειν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα μου. Οὐ δεῖ ἐπὶ συμφορᾷ ἀνθρώπου ἐπιχαίρειν, κἂν πάνυ ἁμαρτωλὸς ὑπάρχῃ.
15