τὸν λαθικηδέα μαζὸν τοῦ πατρός, τὸν λόγον, καταφεύγομεν, ὃ δέ, ὡς ἔοικεν, μόνος ἡμῖν τοῖς νηπίοις τὸ γάλα τῆς ἀγάπης χορηγεῖ, καὶ οὗτοι ὡς ἀληθῶς μακάριοι 1.6.44.1 μόνοι, ὅσοι τοῦτον θηλάζουσι τὸν μαστόν. ∆ιὰ τοῦτό φησι καὶ ὁ Πέτρος· ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ τὴν ὑπόκρισιν καὶ φθόνον καὶ καταλαλίαν, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος. Εἰ δὲ καὶ συνενδῴη τις αὐτοῖς ἄλλο τι εἶναι τὸ βρῶμα παρὰ τὸ γάλα, εἶτα πῶς οὐ περιπαρήσονται σφίσιν αὐτοῖς, οὐ κατανενοηκότες 1.6.44.2 τὴν φύσιν; Ἡ γάρ τοι τροφὴ χειμῶνος μὲν πυκνοῦντος τοῦ περιέχοντος καὶ πάροδον οὐ διδόντος ἐντὸς κατακλειομένῳ τῷ θερμῷ, ἑψομένη καὶ πεπτομένη, εἰς τὰς φλέβας ἐξαιματουμένη ἐκχωρεῖ· αἳ δὲ διαπνοῆς οὐ τυγχάνουσαι πεπληρωμέναι μάλιστα συντείνονται καὶ σφύζουσι· διὸ καὶ αἱ τίτθαι περι1.6.44.3 πληθεῖς τότε μάλιστα γίνονται τῷ γάλακτι. Ἀποδέδεικται δὲ ἡμῖν μικρῷ πρόσθεν τὸ αἷμα εἰς γάλα ταῖς κυούσαις κατὰ μεταβολήν, οὐ κατ' οὐσίαν χωρεῖν, ὥσπερ ἀμέλει καὶ αἱ τρίχες αἱ ξανθαὶ τοῖς γηρῶσιν εἰς πολιὰς μεταβάλλουσιν. Θέρους δὲ ἔμπαλιν ἀραιότερον ὂν τὸ σῶμα τὴν τροφὴν εὐδιαφορητοτέραν παρέχει, καὶ ἥκιστα πλεονάζει τὸ γάλα, ἐπεὶ μηδὲ τὸ αἷμα· 1.6.45.1 οὐδὲ γὰρ πᾶσα κατέχεται ἡ τροφή. Εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὡς σπέρμα ἀνθρώπου καὶ γίγαρτον ἀμπέλου. Τῷ οὖν γάλακτι, τῇ κυριακῇ τροφῇ, εὐθὺς μὲν ἀποκυηθέντες τιθηνούμεθα, εὐθὺς δὲ ἀναγεννηθέντες τετιμήμεθα τῆς ἀναπαύσεως τὴν ἐλπίδα, τὴν ἄνω Ἱερουσαλὴμ εὐαγγελιζόμενοι, ἐν ᾗ μέλι καὶ γάλα ὀμβρεῖν ἀναγέγραπται, διὰ τῆς ἐνύλου καὶ τὴν ἁγίαν μνηστευόμενοι τρο1.6.45.2 φήν. Τὰ μὲν γὰρ βρώματα καταργεῖται, ᾗ φησιν ὁ ἀπόστολος αὐτός, ἡ δὲ διὰ γάλακτος τροφὴ εἰς οὐρανοὺς καθηγεῖται, πολίτας οὐρανῶν καὶ συγχορευτὰς ἀγγέλων ἀναθρεψαμένη. Ἐπειδὴ δέ ἐστιν ὁ λόγος πηγὴ ζωῆς βρύουσα καὶ ποταμὸς εἴρηται ἐλαίου, εἰκότως ἀλληγορῶν ὁ Παῦλος καὶ γάλα αὐτὸν ὀνομάζων ἐπότισα ἐπιφέρει· πίνεται γὰρ ὁ λόγος, ἡ τροφὴ 1.6.45.3 τῆς ἀληθείας. Ἀμέλει καὶ τὸ ποτὸν ὑγρὰ καλεῖται τροφή. ∆υνατὸν δὲ τὸ αὐτὸ καὶ βρῶμα εἶναί πως ἔχον καὶ ποτόν, πρὸς ἄλλο καὶ ἄλλο νοούμενον, καθάπερ καὶ ὁ τυρὸς γάλακτός ἐστι πῆξις ἢ γάλα πεπηγός. Οὐ γάρ μοι τῆς λεξιθηρίας μέλει τὰ νῦν, πλὴν ὅτι τὰς τροφὰς ἄμφω μία διακονεῖται οὐσία. Ἀλλὰ καὶ τοῖς ὑποτιτθίοις παιδίοις ἀρκεῖ μόνον τὸ γάλα καὶ 1.6.45.4 ποτὸν εἶναι καὶ τροφήν. Ἐγώ, φησὶν ὁ κύριος, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε· ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Ὁρᾶτε ἄλλο βρῶμα ἀλληγορούμενον παραπλησίως γάλακτι τὸ θέλημα τοῦ θεοῦ. 1.6.46.1 Ἀλλὰ καὶ τὴν συμπλήρωσιν τοῦ ἰδίου πάθους ποτήριον κέκληκεν καταχρηστικῶς, ὅτι ἐκπιεῖν καὶ ἐκτελέσαι μόνον ἐχρῆν αὐτό. Οὕτως Χριστῷ μὲν ἡ τροφὴ τῆς πατρικῆς βουλῆς ἡ τελείωσις ἦν, ἡμῖν δὲ αὐτὸς ὁ Χριστὸς ἡ τροφὴ τοῖς νηπίοις, τοῖς ἀμέλγουσιν τὸν λόγον τῶν οὐρανῶν· ἐντεῦθεν τὸ ζητῆσαι μαστεῦσαι καλεῖται, ὅτι τοῖς ζητοῦσιν νηπίοις τὸν λόγον αἱ πατρικαὶ τῆς φιλανθρωπίας θηλαὶ χορηγοῦσι τὸ 1.6.46.2 γάλα. Ἔτι δὲ καὶ ἄρτον αὑτὸν οὐρανῶν ὁμολογεῖ ὁ λόγος. Οὐ γὰρ Μωσῆς, φησίν, ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ νοῦ, ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ ὁ ἄρτος, ὃν ἐγὼ 1.6.46.3 δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἐνταῦθα τὸ μυστικὸν τοῦ ἄρτου παρασημειωτέον, ὅτι σάρκα αὐτὸν λέγει καὶ ὡς ἀνισταμένην δῆθεν διὰ πυρός, καθάπερ ἐκ φθορᾶς καὶ σπορᾶς ὁ πυρὸς ἀνίσταται, καὶ μέντοι διὰ πυρὸς συνισταμένην εἰς εὐφροσύνην ἐκκλησίας ὡς ἄρτον πεπτόμενον. 1.6.47.1 Ἀλλὰ γὰρ αὖθις ἡμῖν σαφέστερον