χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε εἰσὶν αἱ ἐπάλξεις καὶ τὰ προπύργια καὶ ὅσα μὴ πρὸς ἄλληλα συνεχόμενα ἐπιστηρίζονται. 250 Καὶ δι' αὐτοῦ τοῦ κριοῦ τετραγώνου ὄντος δυνήσονται εὐκόλως ἐπὶ τὸ τεῖχος διέρχεσθαι, ὁμοίως τοῖς ἐπὶ τῶν πύργων προσηρτημένων ἐπὶ τὰ πλάγια περιφραγῶν. Αἱ γὰρ κλίμακες αὗται οὐ περιστραφήσονται ἐπὶ τοὺς μηροὺς περιτρεπόμεναι, ἀλλὰ μενοῦσιν ἀεὶ ἐφεστῶσαι καὶ τὰ αὐτὰ συντηροῦσαι πρὸς ἀλλήλας διάχωρα. Καὶ ἡ καταγραφὴ πρόκειται. Πάλιν ἄλλην τάξιν καὶ θέσιν αἱ κλίμακες λαμβάνουσι τὴν πρὸς τῷ τείχει ἐπερχομένην, ἴσην οὔσαν καὶ παράλληλον ἤτοι ὀρθὴν [κατὰ πρόσωπον], καὶ τὰς μὲν βαθμίδας κατὰ πρόσωπον τοῦ τείχους καὶ ὄπισθεν ἀφορώσας ἔχουσι· τὰ δὲ ἀπ' ἀλλήλων διάχωρα ἄνω τε καὶ κάτω οὐχ ὡς αἱ πρῶται ἄνισα ἔχουσιν, ἀλλ' ἐξ ἴσου τὸ αὐτὸ συντηροῦσι διάστημα. στέγας δὲ τὰς αὐτὰς τῶν προτέρων ἔχουσι· παραλλάσσουσι δὲ καὶ κατὰ τοῦτο. Ἀντὶ γὰρ τοῦ ἑνὸς κριοῦ τοῦ μεταξὺ τῶν προτέρων δύο κλιμάκων φερομένου δύο ἔξωθεν πρὸς τὰ τῶν μηρῶν πλάγια τιθέμενοι ἐπιφέρονται. Οὗτοι δὲ οἱ κριοὶ κατεργασάμενοί τι ἢ μετακινήσαντες ἢ λύσαντές τι τῶν προκειμένων τῷ τείχει, προσεχαλῶντο τὰ ἐκ τῶν ὄπισθεν σχοινία, καὶ 251 ὁμοῦ τῷ τείχει αἱ δύο ἐπέρχονται κλίμακες· ἄλλη μὲν ἔμπροσθεν ἐπὶ τοὺς βαθμοὺς αὐτῆς προσεγγίζει τῷ τείχει· ἀφίσταται δ' ἀπ' αὐτῆς ἡ ἑτέρα, ὅσον καὶ τὸ πρὸς ἀλλήλας κατὰ τὴν ἐπίζευξιν ἀπέχει διάχωρον, καὶ γίνεται πρὸς τὸ τεῖχος ἐνεργὴς ἀναβάθρα. Καταστρωθεῖσα καὶ περιφραττομένη ἡ ἄνωθεν τῶν κλιμάκων ἐπίζευξις. Καὶ τὸ σχῆμα ὑπόκειται. Καὶ ἐπὶ ταύτης τῆς θέσεως καὶ ἐπὶ τῆς πρώτης, ἄνευ τῆς προρρηθείσης δευτέρας τῆς παραλλήλου τῇ θέσει καὶ τάξει πρὸς τῷ τείχει, τῶν ἐπὶ τῶν κριῶν ἀσχολουμενῶν οἱ ἐπὶ τῇ στέγῃ ἑστῶτες καὶ ἄνωθεν προμαχοῦντες θορυβοῦσι καὶ καταπλήττουσι τοὺς προ252 μαχοῦντας πολεμίους· δύο δὲ τοὺς ὑπερέχοντας ἄνωθεν βαθμοὺς ἐπὶ τῇ τοῦ κριοῦ γενομένῃ κινήσει βύρσαις περιφράξαντες, προτείχισμα καὶ φυλακὴν ὡς ἐπάλξεις τείχους ἑαυτοῖς παρέξουσιν. Οὐ μικρὰν δὲ εὐχρηστίαν πρὸς ἀσφαλῆ βοήθειαν καὶ ὑπηρεσίαν αἱ διπλαῖ παρέξουσι κλίμακες, ἐὰν καθ' ἑκάστην τῶν συγκειμένων ἀπὸ τῆς ἰσοϋψοῦς περόνης ἐπὶ τὴν τῆς ἑτέρας κατέναντι ἰσοϋψῆ, ἤτοι ἐπὶ τὸν ὁμοστεγῆ ἑκάστης βαθμὸν, κατὰ τὸ αὐτὸ μέτρον ἐπὶ τὸν τῆς ἑτέρας ξύλα ἑτεροπλατῆ ἐπ' εὐθείας παραθήσομεν πρὸς τὰ παρεξέχοντα ἄκρα τῶν περονῶν ὑπερβαίνοντα καὶ ἀπαράτρεπτα, φυλάττοντα τὰ ἀπ' ἀλλήλων τῶν κλιμάκων ἐπὶ τοὺς μηροὺς ἀφεστῶτα διάχωρα, μήτε ἐπανοίγεσθαι ἐπὶ τῇ τῆς φορᾶς κινήσει δυνάμενα, μήτε τὸ σύνολον ἐπικλείεσθαι. Ἵνα δὲ μὴ ἐκσπῶνται τὰ ξύλα μηδὲ ἐκπίπτωσι τοῦ κρατουμένου τόπου, χελωνάρια ἐπικαθήμενα ἐπὶ τοὺς τῶν κλιμάκων μηροὺς προσηλούσθωσαν ὡς τὰ προειρημένα ἐγγεγλυμμένα ἡμισφαίρια ἢ τὰ κατὰ μέσον περικεκομμένα γρονθάρια πρὸς τὸ ἐπισφίγγειν καὶ ἐπικρατεῖν τὰ ταῖς περόναις προσπεφυκότα ξύλα. Ὁ δὲ κριός, ὃν κατὰ μέσον αἱ κλίμακες φέρουσιν, ἐξ ἑκατέρων τῶν πλαγίων κατὰ τὸ ἔμπροσθεν ἄκρον προσλάβοι ἐπιπήγματα δύο τετρά253 γωνα, καθάπερ σιαγόνια, ὀρθὰ πρὸς ὕψος, ὑπερανεστηκότα τοῦ κριοῦ πήχεως ἄχρι, εἰς δὲ τὴν προσήλωσιν καὶ κάτωθεν διὰ τὴν τάσιν τοῦ τόνου ἀσφαλιζόμενα. Ταῦτα δὲ τρυπάσθωσαν ἐπ' εὐθείας ἀπεναντίον ἀλλήλων πρὸς τὸ μέσον, καὶ ἐπὶ τὰ ἔξωθεν μέρη τῶν τρημάτων προσηλούσθωσαν στεφάναι στερεαὶ καθάπερ κρίκοι, δεχόμεναι κατὰ μέσον τὰς λεγομένας χοινικίδας, ὁμοιουμένας ἐν σχήμασιν ὀστρακίνοις σωληνιδίοις, ἐκ χαλκοῦ εἰργασμένας ἀπὸ τόρνου ἔσωθεν ἢ ἐξ εὐτόνων σιδηροῖς ἔξωθεν ἐνδεδεμένας πετάλλοις, εὐρυτέρας βάσεις περὶ τὴν θέσιν ἐχούσας, καὶ κατὰ τὴν περιστροφὴν ὑπὸ τῶν προσηλωθέντων κρίκων κωλυομένας τοῦ παρεκπίπτειν τοὺς τῶν τρημάτων τόπους. Τὰ δὲ τῶν χοινικίδων ἀνακοπέτωσαν στόμια καὶ δεχέσθωσαν κανόνια τετράγωνα ἐπεμβαίνοντα ὡσανεὶ περιστομίδας, πρὸς τὰ ἄκρα