15
τοῦ ἑαυτοῦ τρόπου· «Eὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ.» Ἔστω δὲ σοφός, ταπεινόφρων, νουθετητικὸς ἐν ταῖς κυριακαῖς παιδείαις, καλογνώμων, ἀποτεταγμένος πᾶσιν τοῖς ἐν τῷ βίῳ πονηροῖς ἐπιτηδεύμασιν καὶ πάσαις ἐθνικαῖς ἐπιθυμίαις. Ἔστω εὐπρόστοχος, ὀξὺς πρὸς τὸ γνῶναι τοὺς φαύλους καὶ φυλάσσεσθαι ἀπ' αὐτῶν, φίλος δὲ ὢν πάντων, δικαιοκριτικός, καὶ ὅσα καλὰ ἐν ἀνθρώποις ἔστιν ἢ ὑπάρχει, ταῦτα ὁ ἐπίσκοπος ἐν ἑαυτῷ κεκτήσθω. Ὅτι ἀνεπίληπτος ἀδικίας ὢν ποιμὴν τοὺς ἰδίους αὐτοῦ μαθητὰς ἀναγκάσει καὶ διὰ τῆς ἀναστροφῆς αὐτοῦ προτρέ ψασθαι τῶν ἰδίων αὐτοῦ ποιημάτων μιμητὰς ἀξίους γενηθῆναι, ὡς λέγει που καὶ ὁ προφήτης· «Καὶ ἔσται καθὼς ὁ ἱερεύς, οὕτως καὶ ὁ λαός.» Καὶ γὰρ ὁ κύριος ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἤρξατο ποιεῖν πρῶτον καὶ τότε διδάσκειν, ὥς που λέγει· «ὢν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν». ∆ιό φησιν· «Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσε ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» Σκοποὺς γὰρ εἶναι δεῖ ὑμᾶς τῷ λαῷ τοὺς ἐπισκόπους, ὅτι καὶ ὑμεῖς σκοπὸν ἔχετε τὸν Χριστόν. Καὶ ὑμεῖς οὖν γίνεσθε σκοποὶ ἀγαθοὶ τῷ λαῷ τοῦ Θεοῦ, ὅτι λέγει Κύριος διὰ τοῦ Ἰεζεκιὴλ πρὸς ἕκαστον ὑμῶν φάσκων· «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαφυλάξεις καὶ διαγγελεῖς αὐτὸν παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· Θανάτῳ ἀποθανῇ, καὶ οὐκ ἐλάλησας τοῦ διαστεῖλαι ἄνομον ἐκ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω· σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ ἀποστρέψαι ἀπ' αὐτῆς, καὶ μὴ ἀποστρέψῃ, αὐτὸς ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ἐρρύσω. Ὡσαύτως καὶ μάχαιρα πολέμου ἐὰν ᾖ ἐρχομένη, καὶ στήσῃ ὁ λαὸς σκοπὸν εἰς προφυλακὴν καὶ ἰδὼν αὐτὴν ἐρχομένην μὴ προμηνύσῃ καὶ λάβῃ ψυχήν, ἡ μὲν ψυχὴ τῇ ἁμαρτίᾳ αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητηθήσεται, ὅτι οὐκ ἐσήμανεν ἐν τῇ σάλπιγγι· ἐὰν δὲ σημάνῃ τῇ κερατίνῃ καὶ μὴ φυλάξηται ὁ ἀκούσας καὶ ἔλθῃ ἡ μάχαιρα καὶ λάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται, ὅτι οὐκ ἐφυλάξατο ἀκούσας τῆς κερατίνης, ὁ δὲ φυλαξάμενος τὴν ψυχὴν αὐτοῦ ἐρρύσατο, καὶ ὁ σκοπός, ὅτι ἐσήμανεν, ζωῇ ζήσεται.» Μάχαιρα μὲν ἔστιν ἡ κρίσις, σάλπιγξ δὲ τὸ ἱερὸν