τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραὴλ, εἰδωλολατρεῖ. Ῥίψας γὰρ εἰς τὸ πῦρ τῶν παθῶν ὡς μὲν ἐνώτια τοὺς περὶ θεολογίας λόγους· ὡς δὲ περιτραχήλιον κόσμου, τὰ ὀρθὰ κατὰ τὴν φυσικὴν θεωρίαν δόγματα, ὡς δὲ ψέλλια χειρῶν, τὴν ἐνέργειαν τῆς πρακτικῆς ἀρετῆς, ἀποτελεῖ φαντασίαν εἴδωλον ἁμαρτίας, εἶτα λατρεύει τούτῳ διὰ τῆς πράξεως. Ὁ Μωσῆς ἔξω τῆς παρεμβολῆς πηξάμενος τὴν ἑαυτοῦ σκηνὴν, τοῦτ' ἔστιν, ἔξω τῶν ὁρωμένων ἱδρυσάμενος τὴν ἑαυτοῦ γνώμην καὶ διάνοιαν, προσκυνεῖν ἄρχεται τὸν Θεὸν, καὶ εἰς τὸν γνόφον ἐλθὼν, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ τελεῖται τὰς ἱερωτάτας μυήσεις. Ἰδοὺ, φησὶ, τόπος παρ' ἐμοί. Τόπος τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τις γενόμενος, θεωρίας ἀξιοῦται θείας. Πέτρα δὲ ἡ στεῤῥὰ πίστις· ὀπὴ δὲ αὐτῆς ἡ ἀμυδρὰ δι' αὐτῆς θεωρία. Ὀπίσθια δὲ Θεοῦ, ἡ ἀρχαιογονία τοῦ κόσμου, ἃ μόνος εἶδε Μωσῆς, μόνος τὰ παρελθόντα προφητεύσας. Τρία δὲ εἴδη προφητείας· τὸ τὰ παρελθόντα δηλοῦν, τὸ, τὰ ἐνεστῶτα, τὸ, τὰ μέλλοντα. Ὥσπερ Μωσῆς ὁ νομοθέτης ἐπὶ τοῦ προσώπου κάλυμμα ἔφερεν· οὕτω καὶ τὰ παρ' αὐτοῦ νομοθετηθέντα κάλυμμα ἔφερε, τὴν ἀσάφειαν. Αἴτιον δὲ καὶ τούτου κἀκείνου τοῦ καλύμματος, ἡ τῶν Ἑβραίων ἀσθένεια, μήτε τὴν αἴγλην τοῦ προσώπου Μωσέως, μήτε τὴν ἀϋλίαν τῶν γεγραμμένων, οἵων τε ὄντων ἰδεῖν, οἷα γεώδη φρονούντων· ἐθησαυρίζετο δὲ ἡμῖν, οἳ καὶ τὸ Χριστοῦ πρόσωπον, οὗ τύπος ἦν ὁ Μωσῆς, χωρὶς ἐπικαλύμματος εἴδομεν, διὰ τῶν ἀποστόλων καὶ διδασκάλων ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, καὶ τὴν τῶν ἀσαφῶν ἀλήθειαν ἔγνωμεν. Ἀποκαλυφθέντων Μωσῇ τῶν μετὰ Θεὸν δημιουργημάτων, καὶ τῶν περὶ τὴν φύσιν τοῦ Θεοῦ πλεονεκτημάτων· ταῦτα γὰρ ὀπίσθια τοῦ Θεοῦ· καὶ τοῦ τῆς ψυχῆς αὐτοῦ προσώπου δοξασθέντος, ἤτοι τοῦ νοὸς αὐτοῦ φωτισθέντος καὶ λαμπρυνθέντος· ὁ λαὸς οὐκ ἐδύναντο φέρειν τὴν τοιαύτην δόξαν, οὐδ' ἀμέσως ὁμιλεῖν τῇ θεωρίᾳ. Λοιπὸν οὖν καλύμματος ἐδεήθη, λέγω δὴ τῆς παχύτητος τοῦ γράμματος, ἐπισκιαζούσης τὴν λαμπρότητα τῆς θεωρίας τῶν νοημάτων. ΤΟΥ ΛΕΥΙΤΙΚΟΥ ΠΕΡΙ ΘΥΣΙΩΝ. Οὐχ ἥδεται ζωοθυσίαις ὁ Θεός· ἐμπαθοῦς γὰρ τοῦτο. 77.1216 Συμβολικῶς δὲ διὰ τούτων τὰς πνευματικὰς θυσίας ἐνομοθέτησε, νέκρωσιν λέγω παθῶν σφαζομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ προσαγωγὴν τῶν φυσικῶν δυνάμεων, τῷ πυρὶ τοῦ πνεύματος ὁλοκαυτουμένων. Σύμβολον γὰρ ὁ μὲν κριὸς τοῦ λογιστικοῦ, διὰ τὸ ἡγεμονικὸν, ὁ δὲ ταῦρος τοῦ θυμικοῦ, ἡ αἲξ δὲ τοῦ ἐπιθυμητικοῦ. Ὁ Μωσῆς κελεύσας ἀφαιρεῖν τῶν ἱερείων τοὺς νεφροὺς, καὶ τὸ στέαρ, καὶ τὸ στηθύνιον, καὶ τὸν λοβὸν τοῦ ἥπατος, ᾐνίξατο διὰ τούτων ἀφαιρεῖν τὰς παρὰ φύσιν δυνάμεις καὶ ἐνεργείας τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ τῷ θείῳ πυρὶ τῆς κατὰ τὴν πνευματικὴν γνῶσιν δυνάμεως ἐκτήκειν αὐτάς· τῆς μὲν ἐπιθυμίας διὰ τῶν νεφρῶν δηλουμένης, τῆς δὲ ἐνεργείας αὐτῆς, ἥτις ἐστὶν ἡ ἡδονὴ, διὰ τοῦ στέατος. Καὶ αὖθις τοῦ μὲν θυμοῦ, διὰ στηθυνίου· τῆς δὲ ἐνεργείας αὐτοῦ διὰ τοῦ λοβοῦ τοῦ ἥπατος, ἐν ᾧ πέπηγεν ἡ πικρὰ καὶ δριμυτάτη χολή. Ὁ ἱερουργῶν τῷ Θεῷ δι' εὐσεβοῦς λόγου τὰς τῶν ἄλλων καρδίας αἷς ἀναλογεῖ τὸ στηθύνιον· καὶ τὴν πρακτικὴν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων τῇ ἐνεργείᾳ τῶν ἐντολῶν, γέγονεν ἱερεὺς, λαμβάνων παρὰ τῶν ἑαυτοὺς θυσίαν, τῷ Θεῷ προσαγόντων τὸ στηθύνιον καὶ τὸν βραχίονα. Ἀνεπιτήδειος εἰς ἱερουργίαν ὁ τυφλὸς τὸν νοῦν, καὶ ὁ χωλὸς τῷ μὴ ὀρθοποδεῖν ἐν βίῳ καὶ δόγμασι· καὶ ὁ κολοβόῤῥιν τῷ μὴ τελείαν ἔχειν διάκρισιν. Σύντριμμα δὲ χειρὸς καὶ ποδὸς, ἡ θραῦσις τῆς δυνάμεως τοῦ