ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει· τέλος, ἀπέθανεν, ἀλλ' ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος, καὶ τὸ ἄλγος, καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σὰρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν (ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί)· πλὴν ἡ θεότης ἡ ἐν ἀμφοῖν ἀδιαίρετος ἦν
ΚΕΦΑΛ. ΙΖʹ
Παθὼν ὁ Κύριος καὶ θάνων καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ κατασκευάσας αὑτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ' ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος. Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησὶν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ' οἰκονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μαθηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς, ὁ πρότερον ὢν μετ' αὐτῶν. Ὅτε δὲ λέγω κατ' οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι. Καὶ γὰρ ἔφαγεν ἀληθῶς· τὴν τροφὴν δὲ καινοπρεπῶς, ὡς οἶδεν αὐτὸς, διῳκήσατο. ∆ιὰ τοῦτο καὶ τύπους ἐδείκνυ πληγῶν· τὰ γενόμενα μὲν, μὴ ὄντα δὲ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος. Ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο, πάσης ἐνδείας, πάσης ἀντιτυπείας ὑπέρτερον γεγονὸς, οὔτε τροφὰς, οὔτε ψηλαφήσεις προσίετο. ∆ιὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγομεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον· τροφῆς ἔφεσιν ὕπνον, κόπον, καὶ τὰ τοιαῦτα· πρὸς τούτοις, καὶ τὸ ἀντίτυπον. Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς, ἀνενδεὲς ἀπετελέσθη, καὶ ἀπαθὲς, καὶ ἀναφὲς, καὶ ἀθάνατον· οὐ μὴν καὶ ἄκτιστον, οὔτ' αὖ ἀπερίγραπτον. Ταῦτα γὰρ μόνης Θεότητος· καὶ ἵν' εἴπω συνελὼν, ὅσον μὲν ἦν δεκτικὸν θείων αὐχημάτων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ' αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἔνωσιν, δι' ἢν καὶ σεπτόν ἐστι καὶ προσκυνητόν. Ὅσον δ' οὐκ ἦν δεκτικὸν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων τοῦ Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώσκωμεν.
ΚΕΦΑΛ. ΙΗʹ.
Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο συντεθειμένην φύσεων· θεότητος δηλονότι καὶ ἀνθρωπότητος ἀλλήλαις ἡνωμένων κατ' αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. ∆ιὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἔνωσιν, καθ' ὑπόστασιν λέγομεν· ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστάσεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ' αὑτήν. Οὐ γὰρ ὑπέστη καθ' αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο (καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν, τὸ θεωρηθῆναι μίαν ὑπόστασιν), ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα θεωρήσῃ πάντας ἡμᾶς. Ὅθεν μιᾶς ὑποστάσεως κηρύττομεν τὸν Χριστὸν, ἐκ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἔνωσιν ἄκραν, ἀδιαιρέτων μενουσῶν ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ' ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ τὰ προσόντα ταύταις ἀσύγχυτα τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί. Μένει οὖν ἡ θεϊκὴ θέλησις, θεϊκή· καὶ ἡ ἀνθρωπικὴ πάλιν, ἀνθρωπικὴ, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκεται. ∆ύο τοίνυν 15