Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δι' ἡμᾶς. ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. "Συνήγειρε γὰρ ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις ἐν Χριστῷ." Συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ' ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. Οὕτω γὰρ τῇ αὐτοῦ πτωχίᾳ πεπλουτήκαμεν, δι' οὓς δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καίτοι τῆς δόξης Κύριος ὢν ὡς Θεός. Ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.] Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! (A f. 58) Ἀναδιπλασιάζει τὸ θαῦμα, καὶ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τίθησιν, ἐκπληττό μενος ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ. 69.761 Καὶ πρὸ τῆς ἀποδείξεως καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ λέγει ῥήματα, καὶ ὡς ἀπό γε τοῦ πλείστου θαύ ματος ἔρχεται πρὸς δοξολογίαν· καὶ κατευθυνομένην ὁρῶν τῆς ὑφ' ἥλιον πάσης τὴν δόξαν τοῦ Σωτῆρος, μονονουχὶ καὶ ἀνασκιρτᾷ, καὶ τὸν ἑαυτοῦ λόγον ἀνα λαβὼν λέγει· "Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὅνομά σου ἐν πάσῃ τῇ γῇ!"
ΨΑΛΜΟΣ Θʹ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. (A f. 58 b) Ἡ Εἰς τὸ τέλος ἐπιγραφὴ
δείκνυσιν, ὅτι συντέθειται τῷ ∆αβὶδ ὁ ψαλμὸς οὐκ ἐπί τισιν ἤδη συντετελεσμένοις πράγμασιν, ἀλλ' ἐπὶ τοῖς ἐσο μένοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ταῦτα δὴ ἦν τὰ κρύφια τοῦ υἱοῦ, τουτέστι τὸ Χριστοῦ μυστήριον, ὃ προέγνωστο μὲν τοῖς ἁγίοις προφήταις, ἀποκαλύπτον τος αὐτοῖς τοῦ ἀγίου Πνεύματος, ἐκβέβηκε δὲ εἰς πέρας καιροῖς ἰδίοις. Κρύφια τοίνυν τοῦ υἱοῦ, τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι· πολλὰ δὲ ταῦτα ἦν, ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, τά τε θαύματα, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις, καὶ ἁπλῶς ὁ τῆς ἐνανθρωπήσεως τρόπος, καὶ τὰ ἐντεῦ θεν τῷ βίῳ κατωρθωμένα. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται· ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου· "Μυστήριον γὰρ, φησὶ, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν." Καὶ πάλιν· "Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν οὐδεὶς τῶν ἀρ χόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν." Ἐλάνθανε δὲ καὶ τοὺς μαθητὰς ὁ θάνατος Χριστοῦ, καὶ ἡ κατὰ τοῦ θανάτου νίκη. Ἦν γὰρ, φησὶ, τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἰκότως τοίνυν οἱ Ἑβδο μήκοντα, τοῦ υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. (A f. 5) Περιέχει δὲ ὁ ψαλμὸς ἐθνῶν κλῆσιν καὶ εὐχαριστίαν ὑπὲρ αὐτῶν, ἤγουν παρ' αὐτῶν· καὶ τῆς Χριστοῦ οἰκονομίας μεμέστωται, καὶ προσώπων ἔχει διαφορὰς, καὶ προσέτι θεωρημάτων ἄλλοτε ἄλλων ἐφ' ἕτερα μεταστάσεις, πλὴν οὐκ ἔξω τοῦ εἰκότος ἀποκο μιζούσας τὸν νοῦν. Ἄρχεται δὲ τοῦ ψαλμοῦ, τὸ τῶν ἐθνῶν πρόσωπον ὑποδὺς, ἤτοι τὸ τῆς ἀνθρωπό τητος. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. (A f. 5) Μεγάλα μὲν οὖν πάντα καὶ ἀξιάκουστα τὰ διὰ Χριστοῦ, τοῖς γε μὴν ὁρῶσιν αὐτὰ καὶ ἐπεγνω κόσιν. Αὐτὸς ὁ τούτων ἀποτελεστὴς, εὐφροσύνη γίνεται, καὶ πρόφασις εὐθυμίας, καὶ πανηγύρεως ἀφορμὴ, ὥστε καὶ λέγειν ἕκαστον· Εὐφρανθήσομαι ἐν σοί. Φιλοθέου δὲ ψυχῆς ἀπόδειξις τὸ χρῆμά ἐστι· 69.764 τὸ γὰρ χαίρειν ἐπὶ Θεῷ καὶ εὐφραίνεσθαι διαδείκνυσι σαφῶς, ὅτι ὁ νοῦς τῶν ἐπὶ Θεῷ εὐφραινομένων ἔξω γέγονε τοῦ θέλειν ἐφήδεσθαι τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἃ ματαιότητα καὶ μανίας ψευδεῖς εἴποι ἄν τις. Εὐφραίνεται δὲ νοῦς ἐπὶ Θεῷ, φιλάρετος ὢν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἐραστὴς, καὶ τῶν θαυμα σίων τῶν παραδόξων αὐτοῦ θεωρὸς γεγονώς. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. (A f. 60) Ἐπειδὴ δὲ δεδώκαμεν τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ποιεῖσθαι τὴν ἐξομολόγησιν, ὅταν ἀκούσωμεν λεγόντων αὐτῶν, "Εὐφρανθήσομαι ἐν σοὶ," καὶ τὰ ἑξῆς, νοοῦμεν ὅτι πρέποι ἂν τοῖς ἤδη πιστεύσασι καὶ πεφωτισμένοις καὶ