Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ. αʹ. Νῶε γέγονεν ἀνὴρ ἀγαθὸς, καὶ φιλοθεΐας μὲν τῆς ἀνωτάτω γνήσιος ἐραστὴς, εὐδοκιμήσεως δὲ τῆς εἰς τοῦτο προτιθεὶς οὐδέν. Ἐπειδὴ δὲ ἦν λαμπρὸς, καὶ περίοπτος, καὶ εὐκλεὴς ἄγαν, καὶ διαβόητος, τοῖς αὐχήμασιν εὖ μάλα κατεστεμμένος, εἰκότως ἐθαυμάζετο. Ἕρπει δὴ οὖν ἐπ' αὐτὸν ὁ λόγος, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας εἰκόνα καὶ τύπον ἀναθεὶς ὥσπερ τινὰ τὴν ἐπ' αὐτῶν γενομένην οἰκονομίαν, ὀνήσειεν ἂν, ὥς γε οἶμαι, καὶ οὐ μετρίως τοὺς ἐντευξομένους. Φέρε δὴ οὖν ἕκαστα τῶν κατ' αὐτὸν ὡς ἔνι διηγησώμεθα, τὸ τῆς ἱστορίας ἀπολεπτύνοντες πάχος, καὶ εἰς θεωρίαν τὴν πνευματικὴν μεταχρωννύντες ἀστείως τὰ ἐμφανῶς γεγονότα. βʹ. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 69.52 Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιοσύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ' οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐθὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνόμαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ' ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, Οὗτος, φησὶ, διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐπὶ λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέκατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάντων Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην Θεοῦ. Ἀλλ' ἦν ὁ Νῶε, φησὶ, πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκʹ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ' ἐκεῖνο· Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτοπωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ περιέχει σαφῶς· Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Εἶτα περιτρέπουσί τινες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλισθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι· τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ' ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατασκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ 69.53 σαρκὸς ἀγαπῶμεν πάθη, ἢ δι' ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νόμων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ,