ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ μὴ αὖθις ὑπὸ κακίας ἁλῶναι, τοὺς δὲ πρὸς τὸ εἶναι πανάγνους ἐνδεεῖς τελέως ἀποκαθαίρουσιν, τοὺς δὲ ἱεροὺς ἄγουσιν ἐπὶ τὰς θείας εἰκόνας καὶ ἐποψίας αὐτῶν καὶ κοινωνίας, ἑστιῶσι δὲ τοὺς πανιέρους ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἀποπληροῦσαι τὸ ἑνοειδὲς αὐτῶν τοῦ ἑνὸς καὶ ἑνοποιοῦσαι. <4> Τί δέ; Oὐχὶ καὶ τὰς μὴ πάντῃ καθαρὰς ὧν ἤδη μνήμην ἐποιησάμεθα, τάξεις ἀμιγῶς ἀπολύει κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον ἡ παροῦσα νῦν ἱερὰ τελετουργία, μόνοις ἐν εἰκόσιν ὁρωμένη τοῖς ἱεροῖς καὶ πρὸς μόνων ἀμέσως τῶν πανιέρων ἱεραρχικαῖς ἀναγωγαῖς ἐποπτευομένη καὶ ἱερουργουμένη; Ταῦτα μὲν οὖν ἤδη πολλάκις ἡμῖν εἰρημένα περιττόν ἐστιν ὡς οἶμαι τοῖς αὐτοῖς ἐπανακυκλεῖν λόγοις καὶ μὴ πρὸς τὰ ἑξῆς μεταβῆναι τὸν ἱεράρχην ἐνθέως ὁρῶντας ὑπὸ δυοκαίδεκα πτέρυξι περικεκαλυμμένον ἔχοντα τὸ θεῖον μύρον καὶ τὴν παναγεστάτην ἐπ' αὐτῷ τελείωσιν ἱερουργοῦντα. Λέγωμεν τοίνυν, ὡς ἡ τοῦ μύρου σύνθεσις συναγωγή τίς ἐστιν εὐπνόων ὑλῶν ἐν ἑαυτῇ πλουσίως ἔχουσα ποιότητας εὐόσμους, ἧς οἱ μετασχόντες εὐωδιάζονται κατὰ τὴν ἀναλογίαν τοῦ ποσοῦ τῆς ἐγγενομένης αὐτοῖς τοῦ εὐώδους μεθέξεως. Πεπείσμεθα δὲ εἶναι τὸν θεαρχικώτατον Ἰησοῦν ὑπερουσίως εὐώδη νοηταῖς διαδόσεσι τὸ νοερὸν ἡμῶν ἀποπληροῦντα θείας ἡδονῆς. Eἰ γὰρ ἡ τῶν αἰσθητῶν εὐωδῶν ἀντίληψις εὐπαθεῖν ποιεῖ καὶ τρέφει σὺν ἡδονῇ πολλῇ τὸ τῶν ὀσφραντῶν ἡμῶν διακριτικὸν εἴπερ ἀβλαβές τε εἴη καὶ πρὸς τὸ εὐῶδες ἐν συμμετρίᾳ κατάλληλον, ἀναλόγως ἄν τις φαίη καὶ τὰς νοερὰς ἡμῶν δυνάμεις πρὸς τὴν ἐπὶ τὸ χεῖρον ὕφεσιν ἀπαραφθάρτως διακειμένας ἐν τῇ τοῦ ἐν ἡμῖν κριτικοῦ φυσικῇ ·ώσει κατὰ τὰ θεουργικὰ μέτρα καὶ τὴν κατάλληλον τοῦ νοὸς πρὸς τὸ θεῖον ἐπιστροφὴν ἐν ἀντιλήψει τῆς θεαρχικῆς εὐωδίας γίνεσθαι καὶ εὐπαθείας ἱερᾶς πληροῦσθαι καὶ θειοτάτης τροφῆς. Oὐκοῦν ἡ τοῦ μύρου συμβολικὴ σύνθεσις ὡς ἐν μορφώσει τῶν ἀμορφώτων αὐτὸν ἡμῖν ὑπογράφει τὸν Ἰησοῦν πηγαῖον ὄντα τῶν θείων εὐωδῶν ἀντιλήψεων ὄλβον ἀναλογίαις θεαρχικαῖς εἰς τὰ θεοειδέστατα τῶν νοερῶν ἀναδιδόντα τοὺς θειοτάτους ἀτμούς, ἐφ' οἷς οἱ νόες εὐπαθῶς ἡδόμενοι καὶ τῶν ἱερῶν ἀντιλήψεων ἀποπληρούμενοι τροφῇ νοητῇ χρῶνται τῇ πρὸς τὸ νοερὸν αὐτῶν εἰσδύσει τῶν κατὰ θείαν μέθεξιν εὐωδῶν διαδόσεων. <5> Ἔστι δὲ ὡς οἶμαι δῆλον, ὅτι ταῖς ὑπὲρ ἡμᾶς οὐσίαις ὡς θειοτέραις ἡ τῆς πηγαίας εὐωδίας ἀνάδοσις ἐγγυτέρα πώς ἐστιν καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, εἰς τὸ διειδέστατον αὐτῶν καὶ εὐεκτικὸν τῆς κατὰ νοῦν ἀντιληπτικῆς δυνάμεως ἀφθόνως ὑπερβλύζουσα καὶ πολυπλασίως εἰσδυομένη, πρὸς δὲ τὰ τῶν νοερῶν ὑφειμένα καὶ μὴ ὡσαύτως δεκτικὰ τὴν ὑπερτάτην ἀχράντως ἀποκρύψασα θέαν καὶ μέθεξιν ἀναλόγοις τῶν μετεχόντων ἀτμοῖς ἐν συμμετρίᾳ θεαρχικῇ διαδίδοται. Τῶν ὑπὲρ ἡμᾶς οὖν ἁγίων οὐσιῶν ἡ τόσον ὑπερκειμένη τῶν Σεραφὶμ τάξις ἐν τῇ τῶν πτερῶν δυοκαιδεκάδι σημαίνεται περὶ τὸν Ἰησοῦν ἑστῶσα καὶ ἱδρυ μένη τοῖς μακαριωτάτοις αὐτοῦ θεάμασιν ὡς θεμιτὸν ἐπιβάλλουσα καὶ τῆς νοητῆς διαδόσεως ἱερῶς ἐν πανάγνοις ὑποδοχαῖς ἀποπληρουμένη καὶ τὴν πολυύμνητον αἰσθητῶς εἰπεῖν ἀσιγήτοις στόμασιν ἀνακράζουσα θεολογίαν. Ἡ γὰρ ἱερὰ τῶν ὑπερκοσμίων νοῶν γνῶσις ἀκάματός τέ ἐστιν καὶ ἀκατάληκτον ἔχει τὸν θεῖον ἔρωτα κακίας τε ἅμα πάσης ὑπερκεῖται καὶ λήθης, ὅθεν ὡς οἶμαι τὸ τῆς ἀσιγήτου κραυγῆς ὑπαινίσσεται τὴν αἰώνιον αὐτῶν καὶ ἀμετάστατον ἐν συντονίᾳ πάσῃ καὶ εὐχαριστίᾳ τῶν θείων ἐπιστήμην καὶ νόησιν. <6> Τὰς μὲν οὖν ἀσωμάτους τῶν Σεραφὶμ ἰδιότητας ἐν τοῖς λογίοις αἰσθηταῖς εἰκόσι τῶν νοητῶν ἐκφαντορικαῖς ἱερῶς ἀναγεγραμμένας ἐν τοῖς διακόσμοις τῶν ὑπερουρανίων ἱεραρχιῶν ὡς οἶμαι καλῶς ἐθεασάμεθα καὶ τοῖς σοῖς νοεροῖς ὀφθαλμοῖς ὑπεδείξαμεν. Ὅμως, ἐπειδὴ [καὶ νῦν] οἱ τὸν ἱεράρχην ἱερῶς περιεστῶτες αὐτὴν ἡμῖν ἐκείνην ἀποτυποῦσι τὴν ὑπερτάτην διακόσμησιν, ἐν ἐπιτομῇ καὶ νῦν ἀϋλοτάταις ὄψεσι τὴν θεοειδεστάτην αὐτῶν ἀγλαΐαν ὀψόμεθα. <7> Τὸ μὲν οὖν ἀπειροπρόσωπον αὐτῶν καὶ πολύπουν ἐκφαντορικόν ἐστιν ὡς οἶμαι τῆς πολυθεάμονος αὐτῶν εἰς τὰς θειοτάτας ἐλλάμψεις ἰδιότητος καὶ τῆς ἀεικινήτου καὶ πολυπόρου