15
οἷς 38 ἐπιφέρει· καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιον σου, Κύριε, συμπορεύθητι μεθ' ἡμῶν ἐνώπιος ἐνωπίῳ. Μωσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παρρησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τίς ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ προφήτου προκοπή· ἀλλ' ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὤφθη πῶ αὐτῷ ὁμοίως τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. ∆ι' οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο. Εἰ γὰρ, ὡς νομίσειέν τις, ταυτόν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν ἐνώπιον ἐνωπίῳ τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, πρόσωπον πρὸς πρόσωπον, καὶ ποία δ' ἂν ἔτι χῶρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τὸ, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε; πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος, 39 οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται; ∆ιὰ τί δὲ λεγέτω ὁ βουλόμενος, οὐδ' ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ κύριος ἐνώπιος ἐνωπίῳ, ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ γραφὴ λέγουσα, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ. Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἁβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων, Ἡνίκα δὲ ἐλάλει Μωσῆς πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν. Καὶ πάλιν· ἀνέβη Μωσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ' εἶδος Κυρίου· καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυ 40 ρίου· ἀλλ' ὅμως διὰ τῆς νεφέλης λαλοῦντος ἤκουεν, διὸ εἴρηται, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ. Οὐ μὴν καὶ ὤφθη αὐτῷ ἐνώπιος ἐνωπίῳ τετήρηται· τοῦτο γὰρ ὡς οὐδέπω γεγονὸς ἀξιοῖ λέγων, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· καὶ ἐν ἑτέρῳ δὲ τόπῳ διδάσκει ὁ λόγος, ὅτι δὴ στόμα ἐλάλει αὐτῷ ὁ Θεὸς, οὐ μὴν καταλλήλως καὶ ἑωρᾶτο, ἀλλ' ἐν εἴδει καὶ διὰ τῆς προαποδεδομένης δόξης αὐτοῦ· λέγει δὲ οὕτως· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτοὺς, Ἀκούσατε δὴ τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωσῆς, πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ