καὶ 9Ἐποκεῖλα9: ∆ιὰ τοῦ ο μικροῦ, παρὰ γὰρ τὴν ἐπὶ πρόθεσιν. 9Εἱρκτή9: σημαίνει δὲ τὴν φυλακὴν, διὰ τῆς ει διφθόγγου γράφεται· ὁμοίως δὲ καὶ Εἱρμός· ταῦτα γὰρ τοῦ εἵργω τὴν δίφθογγον ἐφύλαξαν· τὸ δὲ εἱρμὸς τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ συμπλέκω. 9Εἷρπον9: ∆ιὰ διφθόγγου· παρὰ τὸ ἕρπω. 9Εἷλκον9: ∆ιὰ τῆς ει διφθόγγου, παρὰ τὸ ἕλκω. 9Ἑταιρία9: Τὸ ται δίφθογγος· τὸ ρι ι· ἡ παράδοσις. 9Ἑταιρεῖοσ9: ∆ίφθογγος τὸ ρε· τῷ λόγῳ τῶν κτητικῶν προ περισπωμένων. 9Ἐπειλημμένοι9: Ὡς ἐπιλαβόμενοι τῆς προθέσεως τὸ ι· οἱ ἐπειλημμένοι διὰ τῆς ει διφθόγγου· ἡ παράδοσις. 9Ἐμίχθη9: ι. 9Ἐρινέοσ9: ι· Παρώνυμον γὰρ, διὰ τὸ ἐριστικὸν εἶναι τὸ δένδρον, καὶ πέτραις καὶ λίθοις ἐπαναβλαστάνειν. 9Ἐνθαδί9: ι. 9Ἔρισμα9: ι, ἐπὶ τῆς φρουρᾶς. 9Ἔρεισμα9: Ει δίφθογγος, ἐπεὶ καὶ τὸ ἐρείδω· εὑρέθη γὰρ καὶ ἐρειρέδαται. 199 9Ἐξουσία9: ι ἔστιν, καὶ ἐκ τῆς συναλειφῆς τῶν ψιλῶν εὑ ρίσκεται κατ' ἐξουσίαν, καὶ ἐξουσίως, καὶ ἐπεξουσίως. 9Ἐνίοτε9: ι· ἢ γὰρ ἀπὸ τοῦ ἐστὶν, καὶ τοῦ ὅτε, καὶ ἔνιοι. 9Ἐνιπή9: ∆ιὰ τοῦ ι τὸ νι· ἐκ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ πτω ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, νίπτω· ῥίπτω· πίπτω· πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπτω. 9Ἔριθοσ9: ι· σημαίνει δὲ τὸν ἐργάτην, καὶ τὴν γυναῖκα τοῦ ἐργαζομένου τὰ ἔρια· γέγονεν δὲ τὸ ἀρσενικὸν ἀπὸ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, ἔραθος, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι ἔριθος· καὶ ἀπὸ τοῦ ἔριον, ἔριθος· ὁμοίως δέ ἐστιν τολόβινθος, ὃ σημαίνει τὸν κρόκον τοῦ ὠοῦ. 9Ἔμισα9: Ἡ πόλις, ὡς λάρισα· καὶ Ἐμισαῖος, ὡς Λαρισαῖος. 9Ἐριθεύσ9: ∆ιὰ τοῦ ι, παρὰ τὸ ἔριθος γέγονεν· ἔστιν δὲ εἶδος ὀρνέου. 9Ἐρινεόσ9: ι· σημαίνει δὲ τὴν ἀγρίαν συκήν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινὸς, καὶ πλεονασμῷ τοῦ ε ἐρινεός· ἐριστικὸν γάρ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον, καὶ εἰς ἕκα στον τόπον. 9Ἐχίων9: Ἔστιν δὲ ὄνομα κύριον· διὰ τοῦ ι· ἐκ γὰρ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων, καὶ τῷ λογῷ τοῦ Ἀμφίων διὰ τοῦ ι. 9Ἐνιπεύσ9: ∆ιὰ τοῦ ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· ἀπὸ γὰρ τοῦ ἐνιπὴ, τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονεν· καὶ γὰρ ὁ πο ταμὸς οὗτος ἄγριός ἐστιν, καὶ ἀπειλοῦντι ἔοικεν· τὸ δὲ ἐνιπὴ διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν. 9Ἐκεῖνοσ9 καὶ 9Ἐκείνη9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ παιδος ἢ κάθιστος. 9Ἐξίτηλοσ9: ι· παρὰ τὸ ἐξιέναι τὸ τεθηλός· λέγεται δὲ κυ ρίως τὸ ἀποβαλμένον. 9Ἐτεωνεύσ9: Ὄνομα κύριον. 9Ἐυηνίνη9: ∆ιὰ τοῦ ι τὸ νι· σημαίνει δὲ τὴν τοῦ Εὐήνου· 200 τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθετικῶν κύρια, διὰ τοῦ ι γράφεται· πλὴν τοῦ πείνη· οἷον, Ὠκεανίνη· Ἀδρη-στίνη· ἀξίνη· Παλαιστίνη· δίνη. 9Ἐπί9: Ἡ πρόθεσις ι· 9Ἐπεὶ9 ὁ σύνδεσμος δίφθογγος. 9Ἐπίσιον9: ∆ιὰ τοῦ ι τὰ δύο· σημαίνει τὰ ξηρά· γέγονεν ἐπίσιον· καὶ ἄλλα παρὰ τὸ εἰσιέναι ἐστίν. 9Ἐνδῖοσ9: Σημαίνει δὲ τὸν μεσημβρινὸν καιρὸν, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴδειν γάρ ἐστιν ἰδίειν, ὅ ἐστιν ἱδροῦν. 9Ἐλινύω9: Σημαίνει δὲ τὸ ἡσυχάζω, διὰ τοῦ ι γράφεται, κατὰ τὸν κανόνα τὸν εἰρημένον ἐν τῇ περὶ τοῦ Βιθονια δι φθόγγῳ. 9Ἐρείπτω9: ∆ιὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν· ἰστέον δὲ ὅτι τὸ ἐρείπτω καὶ ἐνεργη τικὸν σημαίνει καὶ παθητικόν· σημαίνει δὲ τὸ καταβάλλω καὶ πίπτω. 9Ἐπαλξίτησ9: Σημαίνει δὲ τὸν λίθον τὸν ὄντα ἐπάνω τῆς ἐπάλξεως, διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ Ἀσκαλωνίτης, καὶ διὰ τὸ εἶναι παρώνυμον. 9Εὔριποσ9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ ῥιπίζω· γέγονεν Εὔ ριπος, οἱονεὶ ὁ εὐκαίρως ῥιπιζόμενος καὶ ἐπιφερόμενος· ἢ παρὰ τὸ εὐρὺ γέγονεν εὔρυπος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Εὔριπος· ὥσπερ ἀφροδύτη ἡ Ἀφροδίτη· καὶ δύφρος, δίφρος· οἱονεὶ ὁ πλατὺς κατὰ ἀντίφρασιν τοῦτ' ἔστιν ὁ μὴ ὢν πλατύς· καὶ γὰρ ὁ Εὔριπος πέλαγος στενόν ἐστιν μεταξὺ τῆς Εὐβοίας· ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐνθαλάττει τὴν ἰδίαν κίνησιν, καὶ πάντας ἐναντίας τῇ κινήσει τοῦ ἀνέμου κινεῖται· ἐκεῖ δὲ ἐτε λέσθη ὁ Ἀριστοτέλης· μὴ εὑρηκὼς γὰρ τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως, ὀλιγοψυχήσας ἀπέθανεν. 9Ἐνθαδί9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ὥσπερ γὰρ ἐκ τοῦ δεῦρο γίνεται δευρὶ, κατὰ τροπὴν τοῦ ο εἰς ι, οὕτως καὶ παρὰ τὸ ἐν θάδε γίνεται ἐνθαδὶ, κατὰ τροπὴν τοῦ ε εἰς ι. 9Ἐκεινοσί9: ∆ιὰ τοῦ ι τὸ σι·