ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
Ζωοδότου μονῇ. 21.13 Καὶ τῷ μβ-ῳ ἔτει Ἰαννουαρίου ζ-ῃ πάλιν ἀπῆλθον ἀποκρισιά ριος εἴς τε τὸν Ἀντώνιον καὶ αὐθέντην τῶν Ἀθηνῶν, καὶ εἰς τὸν ἀμη-ρᾶν καὶ εἰς τὸν βασιλέα. 21.14 Ἐν ᾧ δὴ Ἰαννουαρίῳ τῇ κθ-ῃ αὐτοῦ νυκτὸς ᾥρᾳ γ-ῃ ἐπυρπόλησε τὸν ἐν Βλαχέρναις εἰς ὄνομα τῆς θεομήτορος περικαλλῆ καὶ θεῖον ναὸν εἰς τὴν Κωνσταντινούπολιν, ὅπερ ἀκηκόαμεν ἐκεῖσε ἀπερχόμενοι εἰς τὸν ποταμὸν τὸν Μεστὸν ὀνομαζόμενον τῇ α-ῃ Φευρουαρίου, ὥρᾳ μετὰ ἑσπε ρινὸν τῆς δεσποτικῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. Καὶ ἐλογισάμεθα αὐτὸ ψεῦδος, ἐπεὶ ὁ εἰρηκὼς οὐκ ἐγνώσθη· καὶ διελθόντες εἰς τὸ ἔμπροσθεν μονὰς εʹ καὶ οὐδὲν περὶ τούτου ἀκούσαντες, τῇ εἰς τὸν Ῥαιδεστὸν -ῃ μονῇ ἡμῶν ἐμάθομεν τοῦτο ἀκριβῶς, ὅπως καὶ ὅποτε ἐγένετο, ὅπερ πα ράδοξον.
22.1 Καὶ εἰς τὰς ἀρχὰς τοῦ θέρους τοῦ μγ-ου ἔτους ἀπέθανε καὶ 22.1 ὁ Ἀθηνῶν καὶ Θηβῶν αὐθέντης κὺρ Ἀντώνιος Ντελαντζιόλης καὶ ζη-τήσει τῆς ἐκείνου γυναικὸς ἐστάλην ἐγὼ μετὰ ἐνόρκου ἀργυροβούλου καὶ πολλῶν στρατιωτῶν, ἵνα παραλάβω τὴν Ἀθήναν καὶ ἄλλον εἰς τὸν Μορέαν αὐτῇ δώσω τόπον, ὁπόσον καὶ ὁποῖον φαίνηταί μοι· προλαβόν τος δὲ τοῦ Τουραχάνη καὶ τὴν Θήβαν ἀποκλείσαντος, ἣν καὶ ἀπῆρε με τά τινας ἡμέρας, ἄπρακτος ἐγύρισα ἀπὸ τὸ Ἑξαμίλιον, τοῦτο παρεγγε λίαν ἔχοντος μου. 22.2 Εἰς δὲ τὰ Στυλάρια εὑρισκομένου τοῦ δεσπότου καὶ αὐθεντός μου καὶ τὰ τῆς πραγματείας κάτεργα Βενετικὰ ἐκδεχομένου, ἵνα ἐμβὰς εἰς τὴν Πόλιν ἀπέλθῃ, ἰδοὺ κἀγὼ ἄπρακτος ἔφθασα. Καὶ ἐμβὰς κἀγὼ ἀπερχόμε θα· καὶ εἰς τὴν Εὔριπον φθάσαντες, ἐφάνη καλὸν καὶ ἐστάλην εἰς τὸν Τουραχάνην, εἰς τὴν Θήβαν εὑρισκόμενον καὶ τὴν δουλείαν τὴν περὶ τῆς Ἀθήνας ἐδηλοποίησα αὐτῷ. 22.3 Καὶ ἐπληροφόρησέ μοι μεθ' ὅρκου, ὅτι διὰ τὴν πρὸς τὸν δεσπό την καὶ σὲ ἐγνωριμίαν καὶ ἀγάπην, καλῶς καὶ προθύμως ἤθελα παρα χωρήσει, ἵνα πραχθῇ τοῦτο, ἂν εἶχα ἐξεύρειν τι πρὸ τοῦ ἐξελθεῖν με ἀπὸ τὸ ὁσπίτιόν μου καὶ ἐλθεῖν ἐνταῦθα, ἐπεὶ ὁρισμῷ τοῦ μεγάλου αὐθεντὸς οὐδὲν ἐποίησα τοῦτο· καὶ εὑρισκομένου εἰς τὸ ὁσπίτιόν μου, εἶχον πολλὰ σκε πάσματα, νῦν δὲ πλέον σκέπασμά τι οὐκ ἔχω. Φιλοφρονηθεὶς δὲ φιλοτί μως παρ' ἐκείνου καὶ τοὺς υἱοὺς αὐτοῦ φέροντος εἰς προσκύνησίν μου, καὶ παραδοὺς αὐτοὺς πρὸς ἐμὲ καὶ τὸν αὐθέντην μου, ἐξ ὧν εἷς ἦν καὶ ὁ νῦν πολὺς καὶ μέγας Ἀμάρης, ἐπανέστρεψα κἀκεῖθεν ἄπρακτος. 22.4 Καὶ ἐπεὶ προλαβόντες οἱ ἐν τῷ Εὐρίπῳ ἐσήκωσαν τὸ γεοφύριν, καὶ ἀκουσίως ἐμείναμεν εἰς τὰς ἔξω τοῦ γεοφυρίου πέτρας· διεβιβάσαμεν οὖν τοιαύτην νύκταν ἀπό τε κρύους, κθ-ῃ ἦν τοῦ Αὐγούστου, ἀπό τε πείνας, ἀπό τε ξηρότητος τῶν πετρῶν, ἀπό τε φόβου καὶ κλεπτῶν τῶν ἀπὸ τοῦ φωσάτου τοῦ Τουραχάνη διὰ τὰ ξένα ἄλογα, ἃ ἀπὸ τοὺς ἐν τῷ κάστρῳ ἐδανεισάμεθα, ὅτι παροιμία ἐγένετο ἐπὶ κακῷ τοῖς μετ' ἐμοῦ τότε οὖσιν εἰς τὸν μετέπειτα χρόνον. 22.5 Ἀναβάντες οὖν εἰς τὰ κάτεργα ἐπὶ τὴν αὔριον, τῇ κγ-ῃ τοῦ Σεπ τεβρίου μηνὸς τοῦ μδ-ου ἔτους εἰς τὴν Κωνσταντινούπολιν ἐφθάσαμεν. 22.6 Καὶ τῇ κε-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ τοῦ Παρασπονδύλου μεγάλου δουκὸς θυγατέρα Ζωὴ μετὰ κατέργου βα σιλικοῦ, ὁποῦ ἐστάλη μετὰ Παλαιολόγον τὸν Μανουήλ, ἵνα φέρωσιν αὐτήν· ἣν δὴ καὶ μετά τινας ἡμέρας εὐλογήθη αὐτὴν ὁ δεσπότης κὺρ ∆ημήτριος. 22.7 Μεθ' οὗ δὴ κατέργου ἦλθεν εἰς τὴν Πόλιν καὶ ὁ δεσπότης κὺρ Θεόδωρος, ἵνα ἐκεῖνος εἰς τὴν πόλιν εὑρίσκεται καὶ διάδοχος, ὡς δεύτερος ἀδελφός, τῆς βασιλείας. Ὃ καὶ βασιλεὺς ἔστεργε μὲν ἀκουσίως, ἐπεὶ τὸν κὺρ Κωνσταντῖνον τὸν αὐθέντην μου, πολλάκις με ἐπληροφόρησε καὶ ἐνόρκως ὡς ἐν μυστηρίῳ, ἠγάπα καὶ ἤθελεν, ὡς καὶ ὁ λόγος προιὼν δηλώσει. 22.8 Ἐπεὶ δὲ οὕτως παρηκολούθησεν, ἐσπούδαζεν, ἵνα εἰς τὸν Μορέαν τοὺς τρῖς ἄλλου ἀδελφοὺς ἐγκατοικίσῃ. Ὁ γοῦν αὐθέντης μου πάλιν ὁ δεσπότης κὺρ Κωνσταντῖνος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ κυροῦ Θωμᾶ τοῦ δεσπότου, ἦν γὰρ εἰς τὴν πόλιν μεθ' ἡμῶν ὁ πρῶτος ἄρχων τοῦ ὀσπι τίου ἐκείνου Ῥαοὺλ Μιχαὴλ ὁ Ἰσῆς, ἐσπούδαζον, ἵνα οἱ δύο μὲν σὺν